[p. 196]
ἠδὲ φαρμάκοισι χρέεσθαι, ἐπὶ πολλοῖσι μὲν
καὶ πρόσθεν ὑποκέεται.
This is a fortunate emendation of
Ermerins for ὑπερκέεται . Compare Herodotus, iii.
40.
|
Ἢν δὲ ἐνστήκῃ λίθος,
πυρίῃσι μὲν καὶ ἐπιπλάσμασι τοῖσι αὐτέοισι χρέεσθαι.
θρύπτειν δὲ τοὺς λίθους τοῖσι πινομένοισι φαρμάκοισι · ἁπλαῖ μὲν,
σίον καὶ πριονίτης αἱ βοτάναι,
ἑφθαὶ ξὺν ἐλαίῳ, ἢ ὄξεϊ ἐδωδίμῳ καὶ τῶνδε
χυλὸς προπινόμενος· ποικίλα δὲ ἡ Βηστίνου καλευμένη καὶ ἡ δι' ἐχιδνῶν καὶ σκίγκου
The common reading, κοσκίνου,
is evidently inadmissible. See P. Æ. t. iii. p. 342.
|
τοῦ
θηρίου, ὁκόσα τε δοκέουσι ἔμμεναι τῇ πείρῃ κράτιστα·
αἰῶραι τοῖσδε καὶ σείσιες ἐς κίνησιν καὶ πρόωσιν τῶν λίθων.
κάρτα γὰρ ἐπίπονος τῶν λίθων ἡ ἐς τὴν κύστιν ὁδοιπορίη.
ἢν δὲ ἐκπέσωσι ἔνθεν, ἄπονοί τε γίγνονται,
οὐδ' ὄναρ ἀπηλλάχθαιThis
word is not in the text, but some such word is evidently required; and accordingly Ermerins
has supplied it. |
δοκέειν τοῦ πόνου εἰθισμένοι · ἀτὰρ καὶ ὡς ἐξ
ἀφύκτων κακῶν τὴν ψυχὴν καὶ τὰ μέλεα λύονται.
Καὶ τῇ κύστι πάθεα ὀξέα ἴκελα τοῖσι νεφροῖσι γίγνεται,
φλεγμον αὶ καὶ ἕλκεα καὶ λίθοι καὶ θρόμβων ἐμφράξιες,
ἐφ' οἷσι ἰσχουρίη, στραγγουρίη·
ἀλλὰ ὀξύτερος τῇδε ὁ πόνος καὶ ὄλεθρος ὤκιστος · νεῦρον γὰρ πλατὺ ἡ κύστις.
νεφροὶ δὲ, ὁκοῖον αἱμάλωψ,
τῆς ἥπατος ἔασι ἰδέης· ἀλλὰ καὶ αἰνότατοι καὶ οἴκτιστοι,
ἔνθα μάλιστα