[p. 200] ἡ
ὑστέρη ἐς χώρηνϊξε· ἐμφυσῆν δὲ ἐς ῥῖΝας οἷά γε στρουθίου ῥίΖης
, ἢ πεπέρεος, ἢ
τοῦ κάστορος· I gratefully acknowledge the benefit I have
derived from many verbal emendations made by Ermerins in this chapter. |
προσβάλλειν δὲ σικύας κούφας μηροῖσι,
λαγόσι, ἰσχίοισι,
βουβῶσι, ἕλκοντα τὴν ὑστέρην · προσβάλλειν
δὲ καὶ πρὸς ῥάΧιν, ἐς τὸ μεσηγὺ τῶν ὠμοπλατέων,
τῇ πνιγὶ ἀρήγοντα· ἢν δὲ ὲπὶ φλεγμονῇ πνίγηται,
καὶ διασχάσαι τὴν ἐπὶ τῷ κτενὶ οἰχευμένην φλέβα καὶ ἀφαιρέειν συχνὸν
αἷμα. ἀνατρίψιες τοῦ προσώπου,
τιλμοὶ τριχῶν, ξὺν ἐμβοήσι
The common reading, ἐμποιήσι,
is condemned by all the editors. I have adopted the ingenious emendation of
Ermerins.
| ἐς ἀνάκλησιν· ἢν δὲ καὶ μικρὸν ἐπανενέγκωσι,
ἐς ἀφέψημα ἀρωμάτων ἐνίζειν,
καὶ εὐώδεα θυητὰ ὑποθυμιῆν· πιπίσκειν δὲ πρὸ τῶν σιτίων τοῦ κάστορος,
καὶ τῆς ἱερῆς μικρὸν ξὺν τῷ κάστορι · καὶ ἢν ἐπανενέγκῃ,
λούειν · καὶ ἐς ὥρην ἐς τὰ ξυνήθεα τρέπειν· μελεδαίνειν
δὲ τὴν ἄνθρωπον, ὅκως ἄγηται τὰ ἐπιμήνια
εὔροα.
Κεφ.
ια'. Θεραπεία Σατυριάσεως.
Τῶν ἐν τοῖς αἰδοίοισι νεύρων ἡ φλεγμασίη
ὄρθιον ἀνίσχει τὸ αἰδοῖον, ξὺν ἐπιθυμίῃ καὶ λύπῃ ἀφροδισίων
ἔργων πρήξιος. ἐντάσιες δὲ γεννῶνται σπασμώδεες,
οὐδαμᾶ πρηϋνόμεναι· ἀλλὰ καὶ ἐπὶ τοῖσι ἀφροδισίοισι
ἀμάλθακτος ἡ ξυμφορή. προσεκμαίνονται δὲ καὶ τὴν
γνώμην, τὰ πρῶτα μὲν ἐς ἀναισχυντίην,
ἐπὶ παρρησίῃ τοῦ πράγματος. θαρσέας γάρ
σφεας ποιέει ἡ ἀκυρίη τῆς ξυνουσίης· μετέπειτα δὲ, . . . . . . . . .
ἐπάν ἀναλωφήσωσι, εὖτ' ἄν σφισι ἡ γνώμη
τέλεον μίμνῃ. Πάντων ὦν εἵνεκα τάμνειν φλέβα τὴν
ἐπ' ἀγκῶνι, καὶ τὴν ἐπὶ τῷ σφυρῷ.
καὶ πολλὸν ἀφαιρέειν καὶ πολλάκις.
οὐδὲ
|