[p. 82] σκυβάλοισι τοῖσι ξυνήθεσι,
ἔτι καὶ μελαντέρη χροιή.
τῆς γὰρ σπληνὸς τροφῆς τὸ περιττὸν ἐς ἔξοδον περίττωμα γίγνεται.
Καὶ ἐπὶ κώλῳ καὶ γαστρὶ ἴκτερος,
ἤνπερ εἰς πέψιν ἡ γαστὴρ καὶ τὸ κῶλον κακωθῇ· καὶ γὰρ καὶ ἐν κώλῳ
πέψις, καὶ ἀπὸ τοῦδε ἡ ἐς τὸ ἧπαρ ἀναγωγὴ τροφῆς.
ἢν οὖν ὠμοτέρην τὸ ἧπαρ τὴν ἄλλην τροφὴν λάβῃ,
τὴν μὲν ἰδίην ἐργασίην πονέει, τὴν δὲ ὀθνείην
ἐᾷ.
Although I have adopted Ermerins' change of
W)MO/TERON into -ην, I must say I
am still not satisfied with this sentence.
|
τὸ γὰρ ἐν τῇ ἀναδόσι
αἷμα τὴν ἀεργίην τὴν τοῦ κώλου ἐπέχον διασπείρει παντὶ χεόμενον· ἀπεψίη δὲ ἡ ἐν κώλῳ χολῆς
ἐστι ἐργασίη.This sentence is evidently in an unsatisfactory
state. |
ὧΔε καὶ ἐπὶ παντὶ γίγνεσθαι σπλάγχνῳ δυνατὸν
ἴκτερον, οὐ μόνον τῶν ἐς τὸ ἧπαρ πεμπόντων
τροφὴν, ἀλλὰ κἢν ἀπὸ ἥπατος λαμβάνῃ.
οὐ γὰρ ὀχετοῖσι αἰσθητοῖσι μοῦνον ἡ φύσις παντὶ διαπέμπει τὴν
τροφὴν, ἀλλὰ πολλῷ πλέον ἀτμοῖσι,
οἵπερ ἀπὸ παντὸς εἰς πᾶν ἐνεχθῆναι ῥΗί̈διοι,
τῆς φύσιος αὐτοὺς καὶ διὰ στερεῶν καὶ πυκινῶν ἀγούσης · γίγνονται οὖν οἱ ἀτμοὶ
χολόβαφοι, καὶ χρώζουσι,
ᾗ ἂν ἵζωσι τοῦ σώματος. οὐ μὴν ἐπὶ κώλῳ ἡ τῆς
κοιλίης ἔκκρισις λευκή. ἀσινὲς γὰρ τὸ ἧπαρ ἐς γένεσιν,
καὶ ἐκροὴν ἴσχει ἐπὶ ἔντερα χολῆς.
Δυνατωτάτη δὲ καὶ ἡ ἐπὶ τῷ παντὶ ἕξις ἴκτερον τεκεῖν.
ἴσχει γὰρ καὶ ἐν ὅλῳ τὴν αἰτίην. ἔστι
δὲ τοιήδε· παντὶ μὲν τὸ θερμὸν ἐς πέψιν, παντὶ δὲ ὑγρῶν
γέννα καὶ διάκρισις, ἄλλων μὲν ἄλλη,
ἑκάστῳ δὲ οἰκείη· ἐν σαρκὶ μὲν ἱδρῶς, ἐν
ὀφθαλμοῖσι δὲ δάκρυον, ἐν ἄρθροισι δὲ καὶ ῥΙνὶ
μύξη, ἐν ὠσὶ κυψελίς. ἢν
οὖν ἐς ἕκαστον ἔργον τὸ θερμὸν ἐγκάμῃ, αὐτὸ μὲν ἐς δριμὺ καὶ
πυρῶδες ἐτράπη· τὰ δὲ ὑγρὰ πάντα γίγνεται χολή· πυρὸς γὰρ ἔργα πικρὰ καὶ χολόβαφα.
ἢν δὲ