[p. 78]
ἀλθέξεται πάντα. ἢν δὲ ἐς ἔντερον τὸ πῦον ἐγχέηται,
ἡ γαστὴρ πρώτιστα μὲν ὑδατώδεα διαρρέει· ἔπειτα κρεῶν
πλύμασι ἴκελα· αὖθις αὖ δυσεντεριώδεα ὁκοῖα ἐφ' ἕλκεσι.
ἀτὰρ καὶ αἱμάλωψ κοτὲ καὶ θρόμβος ἠνέχθη.
φέρεται καὶ χολὴ ξανθὴ κατακορὴς, ἢ πρασοειδὴς,
καὶ ὑστάτη ἐς ὄλεθρον μέλαινα.
Ἢν δὲ ἀνεκπύητον τὸ ἕλκος γίγνηται, καὶ
κακώδεα ἡ γαστὴρ ὁκοῖόν τι σηπεδόνα ὑπάγει, τροφὴ ἄπεπτος
διεκθέει ὑπ' ἀκρασίη ς κοιλίης τε καὶ ἐντέρων. οὐ πέπτει
γὰρ αὖθις εὖ ἔχον τὸ ἧπαρ· πῦρ τε ἐπὶ τοῖσδε δριμὺ, καὶ
πάντως ἐς κακὸν ἡ τροπή. σαρκῶν ξυντήξιες,
σφυγμοὶ σμικροὶ, δύσπνοοι,
εὖτε οὐκ εἰς μακρὸν ἐτελεύτ ησαν τὸν βίον.
μετεξετέροισι δὲ ἡ δυσεντερίη μὲν καὶ τὸ ἕλκος ἰήθη,
ἐς ὕδρωπα δὲ κατέστρεψε ἡ νοῦσος. ἢν
δὲ ἅπαντα ξυνδιδῷ, πῦον λευκὸν,
λεῖον, ὁμαλὸν,
ἄνοσμον γὰρ ἐκρέει, ἡ γαστὴρ πέττειτε τὰ
σιτία, εὔελπις ὥνθρωπος.
I at
first changed ἐκρέει, for which there is no authority in a
transitive form, into ἐκχέει. (Ermerins suppresses
γὰρ, and further reads διεκρέει,
to which, however, there is the same objection as to
ἐκρέει.̓ But, upon second thoughts, by a slight change of the
punctuation, I flatter myself that I have brought the text to a passable state.
|
ἄριστον δὲ δι' οὔρων κεκρίσθαι· ἀσφαλεστέρη δὲ καὶ ἀσινεστέρη ἡ τῇδε
τοῦ πύου ὁδός. Ἢν δὲ ἀπὸ τῆς φλεγμονῆς ἀνεκπύητον
ᾖ τὸ ἧπαρ, ἄπονον μὲν οὐ γίγνεται,
Ermerins substitutes ἄπονον for
ἄπορον, which latter word evidently is wrong. See Wigan.
|
τὸν ὄγκον τε τὸν σκληρὸν ἷζον εἰς σκίρρον ἱδρύεται.
εὖτε πόνος μὲν οὐ ξυνεχὴς, νωθὴς δὲ
κἢν παρῇ· ἀραιὴ δὲ καὶ θέρμη· ἀποσιτίη, πικρῶν γευμάτων
ἡδονὴ, γλυκέων ἀηδίη,
ῥΙγώδεες, ὑπόλευκοι,
χλωροὶ, οἰδαλέοι ὀσφὺν καὶ
πόδας. πρόσωπα ῥΥσὰ,
γαστὴρ ξηρὴ, διαχωρήσιες
πυκιναί. κορυφὴ γὰρ τῶν κακῶν ὕδρωψ.
Ἐπὶ τῷ ὕδρωπι, ἢν μὲν οὖρα
πολλὰ, παχέα, ἐπίδοσιν
ἔχοντα πολλὴν ἰλυώδεα καταρραγῇ, ἐλπὶς ἐκρεῦσαι
τὸν
|