[p. 141]
οἰκείου θάλπεος τετραμμένου· μέζων τε καὶ δυσφορωτέρη ἡ ἀπὸ τῶν ἄλλων ἐς
θώρηκα ξύνδοσις. ἄκρεα γὰρ ψυχρὰ,
κεφαλὴ, πόδες τε,
καὶ χεῖρες· ερμερινς δοες νοτ ηεσιτατε το εhεξτ
τηεσε φιfε ωορδς φρομ τηε τεχτ, ωιτηουτ ανψ γοοδ ρεασον ας φαρ ας ι ξαν σεε.
Τῶνδε αππλιες ονλψ το τηε φεετ ανδ ηανδς. |
ὕπερθεν δὲ τῶνδε ὁ θώρηξ. καὶ δέεται ὦν
ἀρήγειν ὑγρασίῃ καὶ ψύξι. τέγξις μὲν ὦν ἔλαιον ξὺν χαμαιμήλῳ
ἑψηθὲν ἢ νάρδῳ· θέρεος δὲ καὶ σίραιος Ἑλληνικός· ἢν δὲ καὶ ἐπιθέτοισι δέῃ χρέεσθαι,
φοίνικες ἐν οἴνῳ αὐστηρῷ δευθέντες· ἔπειτα λεῖοι ἐς
μᾶζαν τετριμμένοι ξὺν νάρδῳ, ἀλφίτοισι,
οἰνάνθῃ, προσηνὲς θώρηκι
ἐπίπλασμα · ψυκτικὸν δὲ καὶ μῆλα θλασθέντα ξὺν μαστίχῃ καὶ μελιλώτῳ.
πάντα δὲ κηρῷ καὶ νάρδῳ ἀναλαμβάνειν· ἢν δὲ καὶ τὸν στόμαχον ἔχῃ νάρκη καὶ
ἀποσιτίη, ἀψινθίο υχυλὸν ἢ κόμην τοισίδε ξυλλεαίνειν·
καὶ τῷδε ἑψηθέντι ξὺν λίπαϊ καταιονεῖν τὸ ὑποχόνδριον.
πιπίσκειν δὲ καὶ τὸ ἀπόβρεγμα ἢ χυλὸν αὐτέου πρὸ τῆς τροφῆς,
ὁκόσον κυάθους δύο τοῦ ἀποβρέγματος, ἢ
κύαθον πικροῦ τοῦ χυλοῦ ξὺν ὕδατος κυάθοις δύο. ἢν δὲ καὶ
καῦσος ἔχῃ τὸν στόμαχον, οὐκ ἀπὸ τῆς καταστάσεως τῆς
νούσου, ἀλλ' αὐτοῦ μούνου ἀπὸ χυμῶν δριμέων καὶ ἁλμυρῶν
, ἢ ὑπὸ χολῆς δακνομένου ,
καὶ δίψεϊ αὐαινομένου, ὑδρομιγὲς γάλα
δοτέον ἐν τροφῇ, ὅσον ἡμικοτύλιον τοῦ γάλακτος ἐν ὕδατος
κυάθῳ ἑνί· ῥΥμφάνειν δὲ αὐτέου τὸ πλεῖστον. βραχὺ δέ τι καὶ
σὺν ἄρτῳ ἀναλίσκειν . Ἢν δὲ καὶ καῦσος ἔχῃ τὸν
ἄνθρωπον, καὶ δίψος, καὶ
ἀπορίη, καὶ μανίη, καὶ
ἐπιθυμίη ψυχροῦ ὕδατος, διδόναι μεῖον μὲν ἢ ὁκόσον ἐν
καύσου νούσῳ ἄνευ φρενίτιδος . τῶνδε γὰρ ἀμφὶ τῶν νεύρων
ὀρρωδέειν χρή. διδόναι ὦν ὁκόσον ἐς στομάχου ἄκος· ὀλίγον
δὲ ἀπαρκέει · βραχυπότ αι γὰρ οἱ φρενιτι κοί . Ἢν
δὲ καὶ εἰς συγκοπὴν τράπωνται, γίγνεται γὰρ
καὶ
|