Characters By Theophrastus
Edited by:
Hermann Diels
Oxford Oxford University Press 1909
Perseus Documents Collection Table of Contents
*Prooi/mion
*ei)rwnei/as *a'
*kolakei/as *b'
*)adolesxi/as *g'
*)agroiki/as *d'
*)areskeia/s *e'
*)aponoia/s s'
*lalia/s *z'
*logopoii/as *h'
*)anaisxunti/as *q'
*mikrologi/as *i'
*bdeluri/as *i*a'
*)akairi/as *i*b'
*periergi/as *i*g'
*)anaisqhsi/as *i*d'
*au)qadei/as *i*e'
*deisidaimoni/as *is'
*memyimoiri/as *i*z'
*)apisti/as *i*h'
*dusxe/reias *i*q'
*)ahdi/as *k'
*mikrofilotimi/as *k*a'
*)aneleuqeri/as *k*b'
*)alazonei/as *k*g'
*(uperhfani/as *k*d'
*deili/as *k*e'
*)oligarxi/as *ks'
*)oyimaqi/as *k*z'
*kakologi/as *k*h'
*filoponhri/as *k*q'
*ai)sxrokerdeia/s *l'
Funded by The Annenberg CPB/Project |
|
ξη. 30
Αἰσχροκερδειάς Λ'
[σεξτ. 1] Ἡ δὲ αἰσχροκέρδειά ἐστι ἐπιθυμία κέρδους αἰσχροῦ, ἔστι
[σεξτ. 2] δὲ τοιοῦτος ὁ αἰσχροκερδής, οἷος ἑστιῶν ἄρτους ἱκανοὺς μὴ
[σεξτ. 3] παραθεῖναι. καὶ δανείσασθαι παρὰ ξένου παρ' αὑτῷ καταλύοντος.
[σεξτ. 4] καὶ διανέμων μερίδας φῆσαι δίκαιον εἶναι διμοιρίαν
[σεξτ. 5] τῷ διανέμοντι δίδοσθαι καὶ εὐθὺς αὑτῷ νεῖμαι. καὶ οἰνοπωλῶν
[σεξτ. 6] κεκραμένον τὸν οἶνον τῷ φίλῳ ἀποδόσθαι. καὶ ἐπὶ
θέαν τηνικάδε πορεύεσθαι ἄγων τοὺς υἱεῖς, ἡνίκα προῖκ'
[σεξτ. 7] ἀφιᾶσιν οἱ θεατρῶναι. καὶ ἀποδημῶν δημοσίᾳ τὸ μὲν ἐκ
τῆς πόλεως ἐφόδιον οἴκοι καταλιπεῖν, παρὰ δὲ τῶν συμπρεσβευτῶν
δανείζεσθαι: καὶ τῷ ἀκολούθῳ ἐπιθεῖναι μεῖζον
φορτίον ἢ δύναται φέρειν καὶ ἐλάχιστα ἐπιτήδεια τῶν ἄλλων
παρέχειν: καὶ τῶν ξενίων τὸ μέρος τὸ αὑτοῦ ἀπαιτήσας
[σεξτ. 8] ἀποδόσθαι: καὶ ἀλειφόμενος ἐν τῷ βαλανείῳ καὶ εἰπών:
'σαπρόν γε τὸ ἔλαιον ἐπρίω, ὦ παιδάριον' τῷ ἀλλοτρίῳ
[σεξτ. 9] ἀλείφεσθαι. καὶ τῶν εὑρισκομένων χαλκῶν ἐν ταῖς ὁδοῖς
ὑπὸ τῶν οἰκετῶν δεινὸς ἀπαιτῆσαι τὸ μέρος, κοινὸν εἶναι
[σεξτ. 10] φήσας τὸν Ἑρμῆν. καὶ θοἰμάτιον ἐκδοῦναι πλῦναι καὶ
χρησάμενος παρὰ γνωρίμου ἐφελκύσαι πλείους ἡμέρας, ἕως
[σεξτ. 11] ἂν ἀπαιτηθῇ. καὶ τὰ τοιαῦτα: Φειδωνείῳ μέτρῳ τὸν πύνδακα
εἰσκεκρουμένῳ μετρεῖν αὐτὸς τοῖς ἔνδον τὰ ἐπιτήδεια σφόδρα
[σεξτ. 12] ἀποψῶν. ὑποπρίασθαι φίλου δοκοῦντος πρὸς τρόπου τι
[σεξτ. 13] ὠνεῖσθαι, εἶτα λαβὼν ἀποδόσθαι: ἀμέλει δὲ καὶ χρέος ἀποδιδοὺς
τριάκοντα μνῶν ἔλαττον τέτταρσι δραχμαῖς ἀποδοῦναι.
[σεξτ. 14] καὶ τῶν υἱῶν δὲ μὴ πορευομένων εἰς τὸ διδασκαλεῖον [τὸν
μῆνα ὅλον] διὰ τὴν ἀρρωστίαν ἀφαιρεῖν τοῦ μισθοῦ κατὰ
λόγον, καὶ τὸν Ἀνθεστηριῶνα μῆνα μὴ πέμπειν αὐτοὺς εἰς
τὰ μαθήματα διὰ τὸ θέας εἶναι πολλάς, ἵνα μὴ τὸν μισθὸν
[σεξτ. 15] ἐκτίνῃ. καὶ παρὰ παιδὸς κομιζόμενος ἀποφορὰν τοῦ χαλκοῦ
τὴν ἐπικαταλλαγὴν προσαπαιτεῖν, καὶ λογισμὸν δὲ λαμβάνων
[σεξτ. 16] παρὰ τοῦ χειρίζοντος. καὶ φράτορας ἑστιῶν αἰτεῖν τοῖς
ἑαυτοῦ παισὶν ἐκ τοῦ κοινοῦ ὄψον, τὰ δὲ καταλειπόμενα ἀπὸ
τῆς τραπέζης ἡμίση τῶν ῥαφανίδων ἀπογράφεσθαι, ἵν' οἱ
[σεξτ. 17] διακονοῦντες παῖδες μὴ λάβωσι. συναποδημῶν δὲ μετὰ
γνωρίμων χρήσασθαι τοῖς ἐκείνων παισί, τὸν δὲ ἑαυτοῦ ἔξω
μισθῶσαι καὶ μὴ ἀναφέρειν εἰς τὸ κοινὸν τὸν μισθόν.
[σεξτ. 18] ἀμέλει δὲ καὶ συναγόντων παρ' αὐτῷ, ὑποθεῖναι τῶν παρ'
ἑαυτοῦ διδομένων ξύλων καὶ φακῶν καὶ ὄξους καὶ ἁλῶν καὶ
[σεξτ. 19] ἐλαίου τοῦ εἰς τὸν λύχνον. καὶ γαμοῦντός τινος τῶν φίλων
καὶ ἐκδιδομένου θυγατέρα, πρὸ χρόνου τινὸς ἀποδημῆσαι, ἵνα
[σεξτ. 20] μὴ προπέμψῃ προσφοράν. καὶ παρὰ τῶν γνωρίμων τοιαῦτα
κίχρασθαι, ἃ μήτ' ἂν ἀπαιτήσαι μήτ' ἂν ἀποδιδόντων ταχέως
ἄν τις κομίσαιτο.
|
|