Characters


Characters
By Theophrastus
Edited by: Hermann Diels

Oxford Oxford University Press 1909



Perseus Documents Collection Table of Contents



*Prooi/mion

*ei)rwnei/as *a'

*kolakei/as *b'

*)adolesxi/as *g'

*)agroiki/as *d'

*)areskeia/s *e'

*)aponoia/s s'

*lalia/s *z'

*logopoii/as *h'

*)anaisxunti/as *q'

*mikrologi/as *i'

*bdeluri/as *i*a'

*)akairi/as *i*b'

*periergi/as *i*g'

*)anaisqhsi/as *i*d'

*au)qadei/as *i*e'

*deisidaimoni/as *is'

*memyimoiri/as *i*z'

*)apisti/as *i*h'

*dusxe/reias *i*q'

*)ahdi/as *k'

*mikrofilotimi/as *k*a'

*)aneleuqeri/as *k*b'

*)alazonei/as *k*g'

*(uperhfani/as *k*d'

*deili/as *k*e'

*)oligarxi/as *ks'

*)oyimaqi/as *k*z'

*kakologi/as *k*h'

*filoponhri/as *k*q'

*ai)sxrokerdeia/s *l'


Funded by The Annenberg CPB/Project

 

ξη. 7

Λαλιάς Ζ'

[σεξτ. 1] δὲ λαλιά, εἴ τις αὐτὴν ὁρίζεσθαι βούλοιτο, εἶναι ἂν [σεξτ. 2] δόξειεν ἀκρασία τοῦ λόγου, δὲ λάλος τοιοῦτός τις, οἷος τῷ ἐντυγχάνοντι εἰπεῖν, ἂν ὁτιοῦν πρὸς αὐτὸν φθέγξηται, ὅτι οὐθὲν λέγει καὶ ὅτι αὐτὸς πάντα οἶδεν καὶ ἂν ἀκούῃ [σεξτ. 3] αὑτοῦ, μαθήσεται: καὶ μεταξὺ δὲ ἀποκρινομένῳ ἐπιβάλλειν: 'εἶπας σύ; μὴ ἐπιλάθῃ, μέλλεις λέγειν,' καὶ 'εὖ γε, ὅτι με ὑπέμνησασ' καὶ 'τὸ λαλεῖν ὡς χρήσιμόν που' καὶ 'ὃ παρέλιπον' καὶ 'ταχύ γε συνῆκας τὸ πρᾶγμα' καὶ 'πάλαι σε παρετήρουν, εἰ ἐπὶ τὸ αὐτὸ ἐμοὶ κατενεχθήσῃ', καὶ ἑτέρας ἀρχὰς τοιαύτας πορίσασθαι, ὥστε μηδὲ ἀναπνεῦσαι [σεξτ. 4] τὸν ἐντυγχάνοντα. καὶ ὅταν γε τοὺς καθ' ἕνα ἀπογυμνώσῃ, δεινὸς καὶ ἐπὶ τοὺς ἀθρόους καὶ συνεστηκότας πορευθῆναι καὶ φυγεῖν ποιῆσαι μεταξὺ χρηματίζοντας. [σεξτ. 5] καὶ εἰς τὰ διδασκαλεῖα δὲ καὶ εἰς τὰς παλαίστρας εἰσιὼν κωλύειν τοὺς παῖδας προμανθάνειν: τοσαῦτα καὶ προσλαλεῖ [σεξτ. 6] τοῖς παιδοτρίβαις καὶ διδασκάλοις. καὶ τοὺς ἀπιέναι φάσκοντας δεινὸς προπέμψαι καὶ ἀποκαταστῆσαι εἰς τὰς οἰκίας. [σεξτ. 7] καὶ πυθόμενος τὰ ἀπὸ τῆς ἐκκλησίας ἀπαγγέλλειν, προσδιηγήσασθαι δὲ καὶ τὴν ἐπ' Ἀριστοφῶντος τότε γενομένην τοῦ ῥήτορος μάχην καὶ τὴν Λακεδαιμονίοις ὑπὸ Λυσάνδρου, καὶ οὕς ποτε λόγους αὐτὸς εἴπας εὐδοκίμησεν ἐν τῷ δήμῳ. [σεξτ. 8] καὶ κατὰ τῶν πληθῶν γε ἅμα διηγούμενος κατηγορίαν παρεμβαλεῖν, ὥστε τοὺς ἀκούοντας ἤτοι ἐπιλαθέσθαι [σεξτ. 9] νυστάξαι μεταξὺ καταλιπόντας ἀπαλλάττεσθαι. καὶ συνδικάζων δὲ κωλῦσαι κρῖναι καὶ συνθεωρῶν θεάσασθαι καὶ συνδειπνῶν φαγεῖν λέγων, ὅτι χαλεπὸν τῷ λάλῳ ἐστὶ σιωπᾶν, καὶ ὡς ἐν ὑγρῷ ἐστιν γλῶττα, καὶ ὅτι οὐκ ἂν σιωπήσειεν, οὐδ' εἰ τῶν χελιδόνων δόξειεν εἶναι λαλίστερος. [σεξτ. 10] καὶ σκωπτόμενος ὑπομεῖναι καὶ ὑπὸ τῶν αὑτοῦ παιδίων, ὅταν αὐτὸν ἤδη καθεύδειν βουλόμενα κελεύῃ λέγοντα ταῦτα: 'λαλεῖν τι ἡμῖν, ὅπως ἂν ἡμᾶς ὕπνος λάβῃ.'