Characters


Characters
By Theophrastus
Edited by: Hermann Diels

Oxford Oxford University Press 1909



Perseus Documents Collection Table of Contents



*Prooi/mion

*ei)rwnei/as *a'

*kolakei/as *b'

*)adolesxi/as *g'

*)agroiki/as *d'

*)areskeia/s *e'

*)aponoia/s s'

*lalia/s *z'

*logopoii/as *h'

*)anaisxunti/as *q'

*mikrologi/as *i'

*bdeluri/as *i*a'

*)akairi/as *i*b'

*periergi/as *i*g'

*)anaisqhsi/as *i*d'

*au)qadei/as *i*e'

*deisidaimoni/as *is'

*memyimoiri/as *i*z'

*)apisti/as *i*h'

*dusxe/reias *i*q'

*)ahdi/as *k'

*mikrofilotimi/as *k*a'

*)aneleuqeri/as *k*b'

*)alazonei/as *k*g'

*(uperhfani/as *k*d'

*deili/as *k*e'

*)oligarxi/as *ks'

*)oyimaqi/as *k*z'

*kakologi/as *k*h'

*filoponhri/as *k*q'

*ai)sxrokerdeia/s *l'


Funded by The Annenberg CPB/Project

 

ξη. 18

Ἀπιστίας ΙΗ'

[σεξτ. 1] Ἔστιν ἀμέλει ἀπιστία ὑπόληψίς τις ἀδικίας κατὰ [σεξτ. 2] πάντων, δὲ ἄπιστος τοιοῦτός τις, οἷος ἀποστείλας τὸν παῖδα ὀψωνήσοντα ἕτερον παῖδα πέμπειν τὸν πευσόμενον, [σεξτ. 3] πόσου ἐπρίατο. καὶ φέρων αὐτὸς τὸ ἀργύριον [καὶ] κατὰ [σεξτ. 4] στάδιον καθίζων ἀριθμεῖν πόσον ἐστίν. καὶ τὴν γυναῖκα τὴν αὑτοῦ ἐρωτᾶν κατακείμενος, εἰ κέκλεικε τὴν κιβωτόν, καὶ εἰ σεσήμανται τὸ κυλιούχιον, καὶ εἰ μοχλὸς εἰς τὴν θύραν τὴν αὐλείαν ἐμβέβληται: καὶ ἂν ἐκείνη φῇ, μηδὲν ἧττον αὐτὸς ἀναστὰς γυμνὸς ἐκ τῶν στρωμάτων καὶ ἀνυπόδητος τὸν λύχνον ἅψας ταῦτα πάντα περιδραμὼν ἐπισκέψασθαι καὶ [σεξτ. 5] οὕτω μόλις ὕπνου τυγχάνειν. καὶ τοὺς ὀφείλοντας αὑτῷ ἀργύριον μετὰ μαρτύρων ἀπαιτεῖν τοὺς τόκους, ὅπως μὴ [σεξτ. 6] δύναιντο ἔξαρνοι γενέσθαι. καὶ τὸ ἱμάτιον δὲ ἐκδοῦναι δεινὸς οὐχ ὃς ἂν βέλτιστα ἐργάσηται, ἀλλ' ὅταν ἄξιος [σεξτ. 7] ἐγγυητὴς τοῦ κναφέως. καὶ ὅταν ἥκῃ τις αἰτησόμενος ἐκπώματα, μάλιστα μὲν μὴ δοῦναι, ἂν δ' ἄρα τις οἰκεῖος καὶ ἀναγκαῖος, μόνον οὐ πυρώσας καὶ στήσας καὶ σχεδὸν ἐγγυητὴν [σεξτ. 8] λαβὼν χρῆσαι. καὶ τὸν παῖδα δὲ ἀκολουθοῦντα κελεύειν αὑτοῦ ὄπισθεν μὴ βαδίζειν ἀλλ' ἔμπροσθεν, ἵνα φυλάττῃ [σεξτ. 9] αὐτόν, μὴ ἐν τῇ ὁδῷ ἀποδρᾷ. καὶ τοῖς εἰληφόσι τι παρ' αὑτοῦ καὶ λέγουσι: 'πόσου, κατάθου: οὐ γὰρ σχολάζω πω πέμπειν': "μηδὲν πραγματεύου: ἐγὼ γάρ, ἕως ἂν σὺ σχολάσῃς, συνακολουθήσω."