Characters


Characters
By Theophrastus
Edited by: Hermann Diels

Oxford Oxford University Press 1909



Perseus Documents Collection Table of Contents



*Prooi/mion

*ei)rwnei/as *a'

*kolakei/as *b'

*)adolesxi/as *g'

*)agroiki/as *d'

*)areskeia/s *e'

*)aponoia/s s'

*lalia/s *z'

*logopoii/as *h'

*)anaisxunti/as *q'

*mikrologi/as *i'

*bdeluri/as *i*a'

*)akairi/as *i*b'

*periergi/as *i*g'

*)anaisqhsi/as *i*d'

*au)qadei/as *i*e'

*deisidaimoni/as *is'

*memyimoiri/as *i*z'

*)apisti/as *i*h'

*dusxe/reias *i*q'

*)ahdi/as *k'

*mikrofilotimi/as *k*a'

*)aneleuqeri/as *k*b'

*)alazonei/as *k*g'

*(uperhfani/as *k*d'

*deili/as *k*e'

*)oligarxi/as *ks'

*)oyimaqi/as *k*z'

*kakologi/as *k*h'

*filoponhri/as *k*q'

*ai)sxrokerdeia/s *l'


Funded by The Annenberg CPB/Project

 

ξη. 28

Κακολογίας ΚΗ'

[σεξτ. 1] Ἔστι δὲ κακολογία ἀγωγὴ ψυχῆς εἰς τὸ χεῖρον ἐν [σεξτ. 2] λόγοις, δὲ κακολόγος τοιόσδε τις, οἷος ἐρωτηθείς: 'ὁ δεῖνα τίς ἐστιν;' ὀγκοῦσθαι καθάπερ οἱ γενεαλογοῦντες: 'πρῶτον ἀπὸ τοῦ γένους αὐτοῦ ἄρξομαι: τούτου μὲν πατὴρ ἐξ ἀρχῆς Σωσίας ἐκαλεῖτο, ἐγένετο δὲ ἐν τοῖς στρατιώταις Σωσίστρατος, ἐπειδὴ δὲ εἰς τοὺς δημότας ἐνεγράφη, Σωσίδημος. μέντοι μήτηρ εὐγενὴς Θρᾷττά ἐστι: καλεῖται γοῦν ψυχὴ Κρινοκοράκα: τὰς δὲ τοιαύτας φασὶν ἐν τῇ πατρίδι εὐγενεῖς εἶναι: αὐτὸς δὲ οὗτος ὡς ἐκ τοιούτων [σεξτ. 3] γεγονὼς κακὸς καὶ μαστιγίασ'. καὶ κακῶς δὲ πρός τινα εἰπεῖν: 'ἐγὼ δήπου τὰ τοιαῦτα οἶδα, ὑπὲρ ὧν σὺ πλανᾷ πρὸς ἐμέ,' κἀπὶ τούτοις διεξιών: 'αὗται αἱ γυναῖκες ἐκ τῆς ὁδοῦ τοὺς παριόντας συναρπάζουσι,' καὶ 'οἰκία τις αὕτη τὰ σκέλη ἠρκυῖα: οὐ γὰρ οἷον λῆρός ἐστι τὸ λεγόμενον, ἀλλ' ὥσπερ κύνες αἱ γυναῖκες ἐν ταῖς ὁδοῖς συνέχονται', καὶ 'τὸ ὅλον ἀνδρόλαλοί τινεσ', καὶ 'αὐταὶ παρὰ τὴν θύραν τὴν [σεξτ. 4] αὔλειον ὑπακούουσι'. ἀμέλει δὲ καὶ κακῶς λεγόντων ἑτέρων συνεπιλαμβάνεσθαι εἴπας: 'ἐγὼ δὲ τοῦτον τὸν ἄνθρωπον πλέον πάντων μεμίσηκα: καὶ γὰρ εἰδεχθής τις ἀπὸ τοῦ προσώπου ἐστίν: δὲ πονηρία οὐδὲν ὁμοία: σημεῖον δέ: τῇ γὰρ αὑτοῦ γυναικὶ τάλαντα εἰσενεγκαμένῃ προῖκα, ἐξ ἧς παιδίον αὐτῷ γεννᾷ, τρεῖς χαλκοῦς εἰς ὄψον δίδωσι καὶ τῷ [σεξτ. 5] ψυχρῷ λοῦσθαι ἀναγκάζει τῇ τοῦ Ποσειδῶνος ἡμέρᾳ'. καὶ συγκαθήμενος δεινὸς περὶ τοῦ ἀναστάντος εἰπεῖν καὶ ἀρχήν γε εἰληφὼς μὴ ἀποσχέσθαι μηδὲ τοὺς οἰκείους αὐτοῦ λοιδορῆσαι. [σεξτ. 6] καὶ πλεῖστα περὶ τῶν φίλων καὶ οἰκείων [κακὰ εἰπεῖν] καὶ περὶ τῶν τετελευτηκότων κακῶς λέγειν, ἀποκαλῶν παρρησίαν καὶ δημοκρατίαν καὶ ἐλευθερίαν καὶ τῶν ἐν τῷ βίῳ ἥδιστα τοῦτο ποιῶν.

[σεξτ. 7] Οὕτως τῆς ἰδίας κακίας ἐρεθισμὸς μανικοὺς καὶ ἐξεστηκότας ἀνθρώπους τοῖς ἤθεσι ποιεῖ.