Characters


Characters
By Theophrastus
Edited by: Hermann Diels

Oxford Oxford University Press 1909



Perseus Documents Collection Table of Contents



*Prooi/mion

*ei)rwnei/as *a'

*kolakei/as *b'

*)adolesxi/as *g'

*)agroiki/as *d'

*)areskeia/s *e'

*)aponoia/s s'

*lalia/s *z'

*logopoii/as *h'

*)anaisxunti/as *q'

*mikrologi/as *i'

*bdeluri/as *i*a'

*)akairi/as *i*b'

*periergi/as *i*g'

*)anaisqhsi/as *i*d'

*au)qadei/as *i*e'

*deisidaimoni/as *is'

*memyimoiri/as *i*z'

*)apisti/as *i*h'

*dusxe/reias *i*q'

*)ahdi/as *k'

*mikrofilotimi/as *k*a'

*)aneleuqeri/as *k*b'

*)alazonei/as *k*g'

*(uperhfani/as *k*d'

*deili/as *k*e'

*)oligarxi/as *ks'

*)oyimaqi/as *k*z'

*kakologi/as *k*h'

*filoponhri/as *k*q'

*ai)sxrokerdeia/s *l'


Funded by The Annenberg CPB/Project

 

ξη. 0

Προοίμιον

[σεξτ. 1] Ἤδη μὲν καὶ πρότερον πολλάκις ἐπιστήσας τὴν διάνοιαν ἐθαύμασα, ἴσως δὲ οὐδὲ παύσομαι θαυμάζων, τί γὰρ δήποτε, τῆς Ἑλλάδος ὑπὸ τὸν αὐτὸν ἀέρα κειμένης καὶ πάντων τῶν Ἑλλήνων ὁμοίως παιδευομένων, συμβέβηκεν ἡμῖν οὐ τὴν [σεξτ. 2] αὐτὴν τάξιν τῶν τρόπων ἔχειν. ἐγὼ γάρ, Πολύκλεις, συνθεωρήσας ἐκ πολλοῦ χρόνου τὴν ἀνθρωπίνην φύσιν καὶ βεβιωκὼς ἔτη ἐνενήκοντα ἐννέα, ἔτι δὲ ὡμιληκὼς πολλαῖς τε καὶ παντοδαπαῖς φύσεσι καὶ παρατεθεαμένος ἐξ ἀκριβείας πολλῆς τούς τε ἀγαθοὺς τῶν ἀνθρώπων καὶ τοὺς φαύλους ὑπέλαβον δεῖν συγγράψαι, ἑκάτεροι αὐτῶν ἐπιτηδεύουσιν [σεξτ. 3] ἐν τῷ βίῳ. ἐκθήσω δέ σοι κατὰ γένος, ὅσα τε τυγχάνει γένη τρόπων τούτοις προσκείμενα καὶ ὃν τρόπον τῇ οἰκονομίᾳ χρῶνται: ὑπολαμβάνω γάρ, Πολύκλεις, τοὺς υἱεῖς ἡμῶν βελτίους ἔσεσθαι, καταλειφθέντων αὐτοῖς ὑπομνημάτων τοιούτων, οἷς παραδείγμασι χρώμενοι αἱρήσονται τοῖς εὐσχημονεστάτοις συνεῖναί τε καὶ ὁμιλεῖν, ὅπως μὴ [σεξτ. 4] καταδεέστεροι ὦσιν αὐτῶν. τρέψομαι δὲ ἤδη ἐπὶ τὸν λόγον: σὸν δὲ παρακολουθῆσαί τε ὀρθῶς καὶ εἰδῆσαι, εἰ ὀρθῶς λέγω. πρῶτον μὲν οὖν ποιήσομαι τὸν λόγον ἀπὸ τῶν τὴν εἰρωνείαν ἐζηλωκότων, ἀφεὶς τὸ προοιμιάζεσθαι καὶ [σεξτ. 5] πολλὰ περὶ τοῦ πράγματος λέγειν: καὶ ἄρξομαι πρῶτον ἀπὸ τῆς εἰρωνείας καὶ ὁριοῦμαι αὐτήν, εἶθ' οὕτως τὸν εἴρωνα διέξειμι, ποῖός τίς ἐστι καὶ εἰς τίνα τρόπον κατενήνεκται: καὶ τὰ ἄλλα δὴ τῶν παθημάτων, ὥσπερ ὑπεθέμην, πειράσομαι κατὰ γένος φανερὰ καθιστάναι.