Characters


Characters
By Theophrastus
Edited by: Hermann Diels

Oxford Oxford University Press 1909



Perseus Documents Collection Table of Contents



*Prooi/mion

*ei)rwnei/as *a'

*kolakei/as *b'

*)adolesxi/as *g'

*)agroiki/as *d'

*)areskeia/s *e'

*)aponoia/s s'

*lalia/s *z'

*logopoii/as *h'

*)anaisxunti/as *q'

*mikrologi/as *i'

*bdeluri/as *i*a'

*)akairi/as *i*b'

*periergi/as *i*g'

*)anaisqhsi/as *i*d'

*au)qadei/as *i*e'

*deisidaimoni/as *is'

*memyimoiri/as *i*z'

*)apisti/as *i*h'

*dusxe/reias *i*q'

*)ahdi/as *k'

*mikrofilotimi/as *k*a'

*)aneleuqeri/as *k*b'

*)alazonei/as *k*g'

*(uperhfani/as *k*d'

*deili/as *k*e'

*)oligarxi/as *ks'

*)oyimaqi/as *k*z'

*kakologi/as *k*h'

*filoponhri/as *k*q'

*ai)sxrokerdeia/s *l'


Funded by The Annenberg CPB/Project

 

ξη. 30

Αἰσχροκερδειάς Λ'

[σεξτ. 1] δὲ αἰσχροκέρδειά ἐστι ἐπιθυμία κέρδους αἰσχροῦ, ἔστι [σεξτ. 2] δὲ τοιοῦτος αἰσχροκερδής, οἷος ἑστιῶν ἄρτους ἱκανοὺς μὴ [σεξτ. 3] παραθεῖναι. καὶ δανείσασθαι παρὰ ξένου παρ' αὑτῷ καταλύοντος. [σεξτ. 4] καὶ διανέμων μερίδας φῆσαι δίκαιον εἶναι διμοιρίαν [σεξτ. 5] τῷ διανέμοντι δίδοσθαι καὶ εὐθὺς αὑτῷ νεῖμαι. καὶ οἰνοπωλῶν [σεξτ. 6] κεκραμένον τὸν οἶνον τῷ φίλῳ ἀποδόσθαι. καὶ ἐπὶ θέαν τηνικάδε πορεύεσθαι ἄγων τοὺς υἱεῖς, ἡνίκα προῖκ' [σεξτ. 7] ἀφιᾶσιν οἱ θεατρῶναι. καὶ ἀποδημῶν δημοσίᾳ τὸ μὲν ἐκ τῆς πόλεως ἐφόδιον οἴκοι καταλιπεῖν, παρὰ δὲ τῶν συμπρεσβευτῶν δανείζεσθαι: καὶ τῷ ἀκολούθῳ ἐπιθεῖναι μεῖζον φορτίον δύναται φέρειν καὶ ἐλάχιστα ἐπιτήδεια τῶν ἄλλων παρέχειν: καὶ τῶν ξενίων τὸ μέρος τὸ αὑτοῦ ἀπαιτήσας [σεξτ. 8] ἀποδόσθαι: καὶ ἀλειφόμενος ἐν τῷ βαλανείῳ καὶ εἰπών: 'σαπρόν γε τὸ ἔλαιον ἐπρίω, παιδάριον' τῷ ἀλλοτρίῳ [σεξτ. 9] ἀλείφεσθαι. καὶ τῶν εὑρισκομένων χαλκῶν ἐν ταῖς ὁδοῖς ὑπὸ τῶν οἰκετῶν δεινὸς ἀπαιτῆσαι τὸ μέρος, κοινὸν εἶναι [σεξτ. 10] φήσας τὸν Ἑρμῆν. καὶ θοἰμάτιον ἐκδοῦναι πλῦναι καὶ χρησάμενος παρὰ γνωρίμου ἐφελκύσαι πλείους ἡμέρας, ἕως [σεξτ. 11] ἂν ἀπαιτηθῇ. καὶ τὰ τοιαῦτα: Φειδωνείῳ μέτρῳ τὸν πύνδακα εἰσκεκρουμένῳ μετρεῖν αὐτὸς τοῖς ἔνδον τὰ ἐπιτήδεια σφόδρα [σεξτ. 12] ἀποψῶν. ὑποπρίασθαι φίλου δοκοῦντος πρὸς τρόπου τι [σεξτ. 13] ὠνεῖσθαι, εἶτα λαβὼν ἀποδόσθαι: ἀμέλει δὲ καὶ χρέος ἀποδιδοὺς τριάκοντα μνῶν ἔλαττον τέτταρσι δραχμαῖς ἀποδοῦναι. [σεξτ. 14] καὶ τῶν υἱῶν δὲ μὴ πορευομένων εἰς τὸ διδασκαλεῖον [τὸν μῆνα ὅλον] διὰ τὴν ἀρρωστίαν ἀφαιρεῖν τοῦ μισθοῦ κατὰ λόγον, καὶ τὸν Ἀνθεστηριῶνα μῆνα μὴ πέμπειν αὐτοὺς εἰς τὰ μαθήματα διὰ τὸ θέας εἶναι πολλάς, ἵνα μὴ τὸν μισθὸν [σεξτ. 15] ἐκτίνῃ. καὶ παρὰ παιδὸς κομιζόμενος ἀποφορὰν τοῦ χαλκοῦ τὴν ἐπικαταλλαγὴν προσαπαιτεῖν, καὶ λογισμὸν δὲ λαμβάνων [σεξτ. 16] παρὰ τοῦ χειρίζοντος. καὶ φράτορας ἑστιῶν αἰτεῖν τοῖς ἑαυτοῦ παισὶν ἐκ τοῦ κοινοῦ ὄψον, τὰ δὲ καταλειπόμενα ἀπὸ τῆς τραπέζης ἡμίση τῶν ῥαφανίδων ἀπογράφεσθαι, ἵν' οἱ [σεξτ. 17] διακονοῦντες παῖδες μὴ λάβωσι. συναποδημῶν δὲ μετὰ γνωρίμων χρήσασθαι τοῖς ἐκείνων παισί, τὸν δὲ ἑαυτοῦ ἔξω μισθῶσαι καὶ μὴ ἀναφέρειν εἰς τὸ κοινὸν τὸν μισθόν. [σεξτ. 18] ἀμέλει δὲ καὶ συναγόντων παρ' αὐτῷ, ὑποθεῖναι τῶν παρ' ἑαυτοῦ διδομένων ξύλων καὶ φακῶν καὶ ὄξους καὶ ἁλῶν καὶ [σεξτ. 19] ἐλαίου τοῦ εἰς τὸν λύχνον. καὶ γαμοῦντός τινος τῶν φίλων καὶ ἐκδιδομένου θυγατέρα, πρὸ χρόνου τινὸς ἀποδημῆσαι, ἵνα [σεξτ. 20] μὴ προπέμψῃ προσφοράν. καὶ παρὰ τῶν γνωρίμων τοιαῦτα κίχρασθαι, μήτ' ἂν ἀπαιτήσαι μήτ' ἂν ἀποδιδόντων ταχέως ἄν τις κομίσαιτο.