ξη. 19
Δυσχέρειας ΙΘ'
[σεξτ. 1] Ἔστιν ἡ δυσχέρεια ἀθεραπευσία σώματος λύπης παρασκευαστική,
[σεξτ. 2] ὁ δὲ δυσχερὴς τοιοῦτός τις, οἷος λέπραν ἔχων
καὶ ἀλφὸν καὶ τοὺς ὄνυχας μεγάλους περιπατεῖν καὶ φῆσαι
ταῦτα εἶναι αὑτῷ συγγενικὰ ἀρρωστήματα: ἔχειν γὰρ αὐτὸν
καὶ τὸν πατέρα καὶ τὸν πάππον, καὶ οὐκ εἶναι ῥᾴδιον αὐτὸν
[σεξτ. 3] εἰς τὸ γένος ὑποβάλλεσθαι. ἀμέλει δὲ δεινὸς καὶ ἕλκη ἔχειν
ἐν τοῖς ἀντικνημίοις καὶ προσπταίσματα ἐν τοῖς δακτύλοις
καὶ μὴ θεραπεῦσαι ἀλλ' ἐᾶσαι θηριωθῆναι: καὶ τὰς μασχάλας
δὲ θηριώδεις καὶ δασείας ἔχειν ἄχρι ἐπὶ πολὺ τῶν πλευρῶν
καὶ τοὺς ὀδόντας μέλανας καὶ ἐσθιομένους, ὥστε δυσέντευκτος
εἶναι καὶ ἀηδής.
[σεξτ. 4] Καὶ τὰ τοιαῦτα: ἐσθίων ἀπομύττεσθαι: θύων ἅμ' ἀδαξᾶσθαι:
προσλαλῶν ἀπορρίπτειν ἀπὸ τοῦ στόματος: ἅμα
[σεξτ. 5] πιὼν προσερυγγάνειν. ἀναπίπτοντος ἐν τοῖς στρώμασι μετὰ
[σεξτ. 6] τῆς γυναικὸς αὐτοῦ κοιμᾶσθαι. ἐλαίῳ σαπρῷ ἐν βαλανείῳ
[σεξτ. 7] χρώμενος σφύζεσθαι. καὶ χιτωνίσκον παχὺν καὶ ἱμάτιον
σφόδρα λεπτὸν καὶ κηλίδων μεστὸν ἀναβαλόμενος εἰς ἀγορὰν
ἐξελθεῖν.
[σεξτ. 8] Καὶ εἰς [ἐξ] ὀρνιθοσκόπου τῆς μητρὸς ἐξελθούσης βλασφημῆσαι.
[σεξτ. 9] καὶ εὐχομένων καὶ σπενδόντων ἐκβαλεῖν τὸ
[σεξτ. 10] ποτήριον καὶ γελάσαι ὡς τεράστιόν τι πεποιηκώς. καὶ
αὐλούμενος δὲ κροτεῖν ταῖς χερσὶ μόνος τῶν ἄλλων καὶ
συντερετίζειν καὶ ἐπιτιμᾶν τῇ αὐλητρίδι, τί οὐ ταχὺ παύσαιτο.
[σεξτ. 11] καὶ ἀποπτύσαι δὲ βουλόμενος ὑπὲρ τῆς τραπέζης, προσπτύσαι
τῷ οἰνοχόῳ.