ξη. 10
[σεξτ. 1]
Ἑκάστου δόγματος ὅταν ἡ χρεία παρῇ, πρόχειρον αὐτὸ ἔχειν δεῖ: ἐπ' ἀρίστῳ τὰ περὶ ἀρίστου, ἐν βαλανείῳ
τὰ περὶ βαλανείου, ἐν κοίτῃ τὰ περὶ κοίτης.
μηδ' ὕπνον μαλακοῖσιν ἐπ' ὄμμασι προσδέξασθαι,
[σεξτ. 2]
πρὶν τῶν ἡμερι<ν>ῶν ἔργων λογίσασθαι ἕκαστα:
"
[σεξτ. 3]
3πῇ παρέβην; τί δ' ἔρεξα; τί μοι δέον οὐ τετέλεσται;"
ἀρξάμενος δ' ἀπὸ τοῦδε ἐπέξιθι: καὶ μετέπειτα
δειλὰ μὲν ῥέξας ἐπιπλήσσεο, χρηστὰ δὲ τέρπου.
καὶ τούτους τοὺς στίχους κατέχειν χρηστικῶς,
[σεξτ. 4]
οὐχ ἵνα
δι' αὐτῶν ἀναφωνῶμεν, ὡς διὰ τοῦ Παιὰν Ἄπολλον.
πάλιν ἐν πυρετῷ τὰ πρὸς τοῦτο:
[σεξτ. 5]
μή, ἂν πυρέξωμεν,
ἀφιέναι πάντα καὶ ἐπιλανθάνεσθαι: "ἂν ἐγὼ ἔτι φιλοσοφήσω, ὃ θέλει γινέσθω. πού ποτ' ἀπελθόντα τοῦ σωματίου ἐπιμελεῖσθαι
[σεξτ. 6]
" εἴ τε καὶ πυρετὸς οὐκ ἔρχεται. τὸ
δὲ φιλοσοφῆσαι τί ἐστιν; οὐχὶ παρασκευάσασθαι πρὸς
τὰ συμβαίνοντα; οὐ παρακολουθεῖς οὖν, ὅτι τοιοῦτόν
τι λέγεις "ἂν ἔτι ἐγὼ παρασκευάσωμαι πρὸς τὸ πρᾴως
φέρειν τὰ συμβαίνοντα, ὃ θέλει γινέσθω"; οἷον εἴ τις
πληγὰς λαβὼν ἀποσταίη τοῦ παγκρατιάζειν.
[σεξτ. 7]
ἀλλ' ἐκεῖ
μὲν ἔξεστι καταλῦσαι καὶ μὴ δέρεσθαι, ἐνθάδε δ' ἂν
καταλύσωμεν φιλοσοφοῦντες, τί ὄφελος; τί οὖν δεῖ λέγειν αὐτὸν ἐφ' ἑκάστου τῶν τραχέων; ὅτι "ἕνεκα τούτου
ἐγυμναζόμην, ἐπὶ τοῦτο ἤσκουν"
[σεξτ. 8]
3. ὁ θεός σοι λέγει "δός
μοι ἀπόδειξιν, εἰ νομίμως ἤθλησας, εἰ ἔφαγες ὅσα δεῖ,
εἰ ἐγυμνάσθης, εἰ τοῦ ἀλείπτου ἤκουσας": εἶτ' ἐπ' αὐτοῦ
τοῦ ἔργου καταμαλακίζῃ; νῦν τοῦ πυρέττειν καιρός
ἐστιν, τοῦτο καλῶς γινέσθω: τοῦ διψᾶν, δίψα καλῶς:
τοῦ πεινᾶν, πείνα καλῶς.
[σεξτ. 9]
οὐκ [ἐξ]ἔστιν ἐπὶ σοί; τίς σε
κωλύσει; ἀλλὰ πιεῖν μὲν κωλύσει ὁ ἰατρός, καλῶς δὲ
διψᾶν οὐ δύναται: καὶ φαγεῖν μὲν κωλύσει, πεινᾶν δὲ
καλῶς οὐ δύναται.
Ἀλλ' οὐ φιλολογῶ;
[σεξτ. 10]
Τίνος δ' ἕνεκα φιλολογεῖς;
ἀνδράποδον, οὐχ ἵνα εὐροῇς; οὐχ ἵνα εὐσταθῇς; οὐχ
ἵνα κατὰ φύσιν ἔχῃς καὶ διεξάγῃς;
[σεξτ. 11]
τί κωλύει πυρέ<σ>σοντα κατὰ φύσιν ἔχειν τὸ ἡγεμονικόν; ἐνθάδ' ὁ ἔλεγχος τοῦ πράγματος, ἡ δοκιμασία τοῦ φιλοσοφοῦντος.
μέρος γάρ ἐστι καὶ τοῦτο τοῦ βίου, ὡς περίπατος, ὡς
πλοῦς, ὡς ὁδοιπορία, οὕτως καὶ πυρετός.
[σεξτ. 12]
μή τι περιπατῶν ἀναγιγνώσκεις; Οὔ. Οὕτως οὐδὲ πυρέσσων.
ἀλλ' ἂν καλῶς περιπατῇς, ἔχεις τὸ τοῦ περιπατοῦντος:
ἂν καλῶς πυρέξῃς, ἔχεις τὰ τοῦ πυρέσσοντος.
[σεξτ. 13]
τί ἐστι
καλῶς πυρέσσειν; μὴ θεὸν μέμψασθαι, μὴ ἄνθρωπον,
μὴ θλιβῆναι ὑπὸ τῶν γινομένων, εὖ καὶ καλῶς προσδέχεσθαι τὸν θάνατον, ποιεῖν τὰ προστασσόμενα: ὅταν ὁ
ἰατρὸς εἰσέρχηται, μὴ φοβεῖσθαι, τί εἴπῃ, μηδ' ἂν εἴπῃ
"κομψῶς ἔχεις", ὑπερχαίρειν: τί γάρ σοι ἀγαθὸν εἶπεν;
ὅτε γὰρ ὑγίαινες, τί σοι ἦν ἀγαθόν;
[σεξτ. 14]
μηδ' ἂν εἴπῃ "κακῶς ἔχεις", ἀθυμεῖν: τί γάρ ἐστι τὸ κακῶς ἔχειν; ἐγγίζειν τῷ διαλυθῆναι τὴν ψυχὴν ἀπὸ τοῦ σώματος. τί
οὖν δεινόν ἐστιν; ἐὰν νῦν μὴ ἐγγίσῃς, ὕστερον οὐκ
ἐγγιεῖς; ἀλλὰ ὁ κόσμος μέλλει ἀνατρέπεσθαι σοῦ ἀποθανόντος;
[σεξτ. 15]
τί οὖν κολακεύεις τὸν ἰατρόν; τί λέγεις "ἐὰν σὺ
θέλῃς, κύριε, καλῶς ἕξω"; τί παρέχεις αὐτῷ ἀφορμὴν
τοῦ ἐπᾶραι ὀφρῦν; οὐχὶ δὲ τὴν αὑτοῦ ἀξίαν αὐτῷ ἀποδίδως, ὡς σκυτεῖ περὶ τὸν πόδα, ὡς τέκτονι περὶ τὴν
οἰκίαν, οὕτως καὶ τῷ ἰατρῷ περὶ τὸ σωμάτιον, τὸ οὐκ
ἐμόν, τὸ φύσει νεκρόν; τούτων ὁ καιρός ἐστι τῷ πυρέσσοντι: ἂν ταῦτα ἐκπληρώσῃ, ἔχει τὰ αὑτοῦ.
[σεξτ. 16]
οὐ γάρ ἐστιν
ἔργον τοῦ φιλοσόφου ταῦτα <τὰ> ἐκτὸς τηρεῖν, οὔτε τὸ
οἰνάριον οὔτε <τὸ> ἐλάδιον οὔτε τὸ σωμάτιον, ἀλλὰ τί;
τὸ ἴδιον ἡγεμονικόν. τὰ δ' ἔξω πῶς; μέχρι τοῦ μὴ ἀλογίστως κατὰ ταῦτα ἀναστρέφεσθαι.
[σεξτ. 17]
ποῦ οὖν ἔτι καιρὸς
τοῦ φοβεῖσθαι; ποῦ οὖν ἔτι καιρὸς ὀργῆς; ποῦ φόβου
περὶ τῶν ἀλλοτρίων, περὶ τῶν μηδενὸς ἀξίων;
[σεξτ. 18]
δύο γὰρ
ταῦτα πρόχειρα ἔχειν δεῖ: ὅτι ἔξω τῆς προαιρέσεως οὐδέν ἐστιν οὔτε ἀγαθὸν οὔτε κακὸν καὶ ὅτι οὐ δεῖ προηγεῖσθαι τῶν πραγμάτων, ἀλλ' ἐπακολουθεῖν.
[σεξτ. 19]
"οὐκ ἔδει
οὕτως μοι προσενεχθῆναι τὸν ἀδελφόν." οὔ: ἀλλὰ τοῦτο
μὲν ἐκεῖνος ὄψεται. ἐγὼ δ', ὡς ἂν προσενεχθῇ, αὐτὸς
ὡς δεῖ χρήσομαι τοῖς πρὸς ἐκεῖνον.
[σεξτ. 20]
τοῦτο γὰρ ἐμόν
ἐστιν, ἐκεῖνο δ' ἀλλότριον: τοῦτο οὐδεὶς κωλῦσαι δύναται, ἐκεῖνο κωλύεται.