ξη. 3
[σεξτ. 1]
Καλῶς ὁ Διογένης πρὸς τὸν ἀξιοῦντα γράμματα παρ'
αὐτοῦ λαβεῖν συστατικὰ "ὅτι μὲν ἄνθρωπος", φησίν,
"εἶ, καὶ ἰδὼν γνώσεται: εἰ δ' ἀγαθὸς ἢ κακός, εἰ
μὲν ἔμπειρός ἐστι διαγνῶναι τοὺς ἀγαθοὺς καὶ
κακούς, γνώσεται, εἰ δ' ἄπειρος, οὐδ' ἂν μυριάκις γράψω αὐτῷ"
[σεξτ. 2]
3. ὅμοιον γὰρ ὥσπερ εἰ δραχμὴ συσταθῆναί τινι ἠξίου, ἵνα δοκιμασθῇ. εἰ ἀργυρογνωμονικός
ἐστιν, σὺ σαυτὴν συστήσεις.
[σεξτ. 3]
ἔδει οὖν τοιοῦτόν τι ἔχειν
ἡμᾶς καὶ ἐν τῷ βίῳ οἷον ἐπ' ἀργυρίου, ἵν' εἰπεῖν δύνωμαι καθάπερ ὁ ἀργυρογνώμων λέγει "φέρε ἣν θέλεις
δραχμὴν καὶ διαγνώσομαι"
[σεξτ. 4]
3. ἀλλ' ἐπὶ συλλογισμῶν "φέρε
ὃν θέλεις καὶ διακρινῶ σοι τὸν ἀναλυτικόν τε καὶ μή".
διὰ τί; οἶδα γὰρ ἀναλύειν συλλογισμούς: ἔχω τὴν δύναμιν, ἣν ἔχειν δεῖ τὸν ἐπιγνωστικὸν τῶν περὶ συλλογισμοὺς κατορθούντων.
[σεξτ. 5]
ἐπὶ δὲ τοῦ βίου τί ποιῶ; νῦν
μὲν λέγω ἀγαθόν, νῦν δὲ κακόν. τί τὸ αἴτιον; τὸ ἐναντίον ἢ ἐπὶ τῶν συλλογισμῶν, ἀμαθία καὶ ἀπειρία.
|