ξη. 23
[σεξτ. 1]
Τίς εἶναι θέλεις, σαυτῷ πρῶτον εἰπέ: εἶθ' οὕτως
ποίει ἃ ποιεῖς. καὶ γὰρ ἐπὶ τῶν ἄλλων σχεδὸν ἁπάντων
οὕτως ὁρῶμεν γινόμενα.
[σεξτ. 2]
οἱ ἀθλοῦντες πρῶτον κρίνουσιν,
τίνες εἶναι θέλουσιν, εἶθ' οὕτως τὰ ἑξῆς ποιοῦσιν. εἰ
δολιχοδρόμος, τοιαύτη τροφή, τοιοῦτος περίπατος, τοιαύτη τρῖψις, τοιαύτη γυμνασία: εἰ σταδιοδρόμος, πάντα
ταῦτα ἀλλοῖα: εἰ πένταθλος, ἔτι ἀλλοιότερα. οὕτως εὑρήσεις καὶ ἐπὶ τῶν τεχνῶν.
[σεξτ. 3]
εἰ τέκτων, τοιαῦτα ἕξεις: εἰ
χαλκεύς, τοιαῦτα. ἕκαστον γὰρ τῶν γινομένων ὑφ' ἡμῶν
ἂν μὲν ἐπὶ μηδὲν ἀναφέρωμεν, εἰκῇ ποιήσομεν: ἐὰν δ'
ἐφ' ὃ μὴ δεῖ, διεσφαλμένως.
[σεξτ. 4]
λοιπὸν ἡ μέν τίς ἐστι κοινὴ
ἀναφορά, ἡ δ' ἰδία. πρῶτον ἵν' ὡς ἄνθρωπος. ἐν τούτῳ
τί περιέχεται; μὴ ὡς πρόβατον, εἰ βλαπτικῶς καὶ
ἐπιεικῶς, ὡς θηρίον.
[σεξτ. 5]
ἡ δ' ἰδία πρὸς τὸ ἐπιτήδευμα ἑκάστου καὶ τὴν προαίρεσιν. ὁ κιθαρῳδὸς ὡς κιθαρῳδός, ὁ
τέκτων ὡς τέκτων, ὁ φιλόσοφος ὡς φιλόσοφος, ὁ ῥήτωρ
ὡς ῥήτωρ.
[σεξτ. 6]
ὅταν οὖν λέγῃς "δεῦτε καὶ ἀκούσατέ μου
ἀναγιγνώσκοντος ὑμῖν", σκέψαι πρῶτον μὴ εἰκῇ αὐτὸ
ποιεῖν. εἶτ' ἂν εὕρῃς, ὅτι ἀναφέρεις, σκέψαι, εἰ ἐφ' ὃ δεῖ.
ὠφελῆσαι θέλεις ἢ ἐπαινεθῆναι;
[σεξτ. 7]
εὐθὺς ἀκούεις λέγοντος
"ἐμοὶ δὲ τοῦ παρὰ τῶν πολλῶν ἐπαίνου τίς λόγος;" καὶ
καλῶς λέγει. οὐδὲ[ν] γὰρ τῷ μουσικῷ, καθὸ μουσικός
ἐστιν, οὐδὲ τῷ γεωμετρικῷ.
[σεξτ. 8]
οὐκοῦν ὠφελῆσαι θέλεις;
πρὸς τί; εἰπὲ καὶ ἡμῖν, ἵνα καὶ αὐτοὶ τρέχωμεν εἰς τὸ
ἀκροατήριόν σου. νῦν δύναταί τις ὠφελῆσαι ἄλλους μὴ
αὐτὸς ὠφελημένος; οὔ. οὐδὲ γὰρ εἰς τεκτονικὴν ὁ μὴ
τέκτων οὐδ' εἰς σκυτικὴν ὁ μὴ σκυτεύς.
Θέλεις οὖν γνῶναι, εἰ ὠφέλησαι;
[σεξτ. 9]
φέρε σου τὰ δόγματα, φιλόσοφε. τίς ἐπαγγελία ὀρέξεως; μὴ ἀποτυγχάνειν.
τίς ἐκκλίσεως;
[σεξτ. 10]
μὴ περιπίπτειν. ἄγε, πληροῦμεν αὐτῶν
τὴν ἐπαγγελίαν; εἰπέ μοι τἀληθῆ: ἂν δὲ ψεύσῃ, ἐρῶ σοι
"πρῴην ψυχρότερόν σου τῶν ἀκροατῶν συνελθόντων καὶ
μὴ ἐπιβοησάντων σοι τεταπεινωμένος ἐξῆλθες:
[σεξτ. 11]
πρῴην
ἐπαινεθεὶς περιήρχου καὶ πᾶσιν ἔλεγες "τί σοι ἔδοξα;"
"θαυμαστῶς, κύριε, τὴν ἐμήν σοι σωτηρίαν." "πῶς δ'
εἶπον ἐκεῖνο;" "τὸ ποῖον;" "ὅπου διέγραψα τὸν Πᾶνα
καὶ τὰς Νύμφας.
[σεξτ. 12]
" "ὑπερφυῶς." εἶτά μοι λέγεις, ἐν
ὀρέξει καὶ ἐκκλίσει κατὰ φύσιν ἀναστρέφῃ; ὕπαγε, ἄλλον
πεῖθε.
[σεξτ. 13]
τὸν δεῖνα δὲ πρῴην οὐκ ἐπῄνεις παρὰ τὸ σοὶ
φαινόμενον; τὸν δεῖνα δ' οὐκ ἐκολάκευες τὸν συγκλητικόν; ἤθελές σου τὰ παιδία εἶναι τοιαῦτα; Μὴ γένοιτο.
[σεξτ. 14]
Τίνος οὖν ἕνεκα ἐπῄνεις καὶ περιεῖπες αὐτόν;
Εὐφυὴς νεανίσκος καὶ λόγων ἀκουστικός. Πόθεν
τοῦτο; Ἐμὲ θαυμάζει. Εἴρηκας τὴν ἀπόδειξιν.
εἶτα τί δοκεῖ σοι; αὐτοί σου οὗτοι οὐ καταφρονοῦσιν
λεληθότως;
[σεξτ. 15]
ὅταν οὖν ἄνθρωπος συνειδὼς ἑαυτῷ μηθὲν
ἀγαθὸν μήτε πεποιηκότι μήτ' ἐνθυμουμένῳ εὕρῃ φιλόσοφον τὸν λέγοντα "μεγαλοφυὴς καὶ ἁπλοῦς καὶ ἀκέραιος", τί δοκεῖς ἄλλο αὐτὸν λέγειν <ἢ> "οὗτός τινά
ποτέ μου χρείαν ἔχει"
[σεξτ. 16]
3; ἢ εἰπέ μοι, τί μεγαλοφυοῦς ἔργον
ἐπιδέδεικται; ἰδοὺ σύνεστί σοι τοσούτῳ χρόνῳ, διαλεγομένου σου ἀκήκοεν, ἀναγιγνώσκοντος ἀκήκοεν. κατέσταλται, ἐπέστραπται ἐφ' αὑτόν; ᾔσθηται, ἐν οἵοις κακοῖς ἐστιν; ἀποβέβληκεν οἴησιν; ζητεῖ τὸν διδάξοντα;
[σεξτ. 17]
Ζητεῖ, φησί. Τὸν διδάξοντα, πῶς δεῖ βιοῦν; οὔ,
μωρέ: ἀλλὰ πῶς δεῖ φράζειν: τούτου γὰρ ἕνεκα καὶ σὲ
θαυμάζει. ἄκουσον αὐτοῦ, τίνα λέγει. "οὗτος ὁ ἄνθρωπος πάνυ τεχνικώτατα γράφει, Δίωνος πολὺ κάλλιον."
ὅλον ἄλλο ἐστίν.
[σεξτ. 18]
μή τι λέγει "ὁ ἄνθρωπος αἰδήμων ἐστίν,
οὗτος πιστός ἐστιν, οὗτος ἀτάραχός ἐστιν"; εἰ δὲ καὶ
ἔλεγεν, εἶπον ἂν αὐτῷ "ἐπειδὴ οὗτος πιστός ἐστιν, οὗτος ὁ πιστὸς τί ἐστιν;" καὶ εἰ μὴ εἶχεν εἰπεῖν, προσέθηκα ἂν ὅτι "πρῶτον μάθε, τί λέγεις, εἶθ' οὕτως λέγε".
[σεξτ. 19]
Οὕτως οὖν κακῶς διακείμενος καὶ χάσκων περὶ τοὺς
ἐπαινέσοντας καὶ ἀριθμῶν τοὺς ἀκούοντάς σου θέλεις
ἄλλους ὠφελεῖν; "σήμερόν μου πολλῷ πλείονες ἤκουσαν."
"ναί, πολλοί." "δοκοῦμεν ὅτι πεντακόσιοι." "οὐδὲν λέγεις:
θὲς αὐτοὺς χιλίους." "Δίωνος οὐδέποτ' ἤκουσαν τοσοῦτοι." "πόθεν αὐτῷ;" "καὶ κομψῶς αἰσθάνονται λόγων."
"
[σεξτ. 20]
3τὸ καλόν, κύριε, καὶ λίθον κινῆσαι δύναται." ἰδοὺ φωναὶ φιλοσόφου, ἰδοὺ διάθεσις ὠφελήσοντος ἀνθρώπους:
ἰδοὺ ἀκηκοὼς ἄνθρωπος λόγου, ἀνεγνωκὼς τὰ Σωκρατικὰ ὡς Σωκρατικά, οὐχὶ δ' ὡς Λυσίου καὶ Ἰσοκράτους.
"πολλάκις ἐθαύμασα, τίσιν ποτὲ λόγοις. οὔ: ἀλλὰ
τίνι ποτὲ λόγῳ: τοῦτ' ἐκείνου λειότερον.
[σεξτ. 21]
" μὴ γὰρ
ἄλλως αὐτὰ ἀνεγνώκατε ἢ ὡς ᾠδάρια; ὡς εἴ γε ἀνεγιγνώσκετε ὡς δεῖ, οὐκ ἂν πρὸς τούτοις ἐγίνεσθε, ἀλλ'
ἐκεῖνο μᾶλλον ἐβλέπετε "ἐμὲ δ' Ἄνυτος καὶ Μέλητος
ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δ' οὔ" καὶ ὅτι
"ὡς ἐγὼ ἀ[ι]εὶ τοιοῦτος οἷος μηδεν<ὶ> προσέχειν
τῶν ἐμῶν ἢ τῷ λόγῳ, ὃς ἄν μοι σκοπουμένῳ βέλτιστος φαίνηται"
[σεξτ. 22]
3. διὰ τοῦτο τίς ἤκουσέ ποτε Σωκράτους λέγοντος ὅτι "οἶδά τι καὶ διδάσκω"; ἀλλὰ ἄλλον
ἀλλαχοῦ ἔπεμπεν. τοιγαροῦν ἤρχοντο πρὸς αὐτὸν ἀξιοῦντες φιλοσόφοις ὑπ' αὐτοῦ συσταθῆναι κἀκεῖνος ἀπῆγεν
καὶ συνίστανεν.
[σεξτ. 23]
οὔ: ἀλλὰ προσπέμπων ἔλεγεν "ἄκουσόν
μου σήμερον διαλεγομένου ἐν τῇ οἰκίᾳ τῇ Κοδράτου".
τί σου ἀκούσω; ἐπιδεῖξαί μοι θέλεις, ὅτι κομψῶς συντιθεῖς τὰ ὀνόματα; συντιθεῖς, ἄνθρωπε: καὶ τί σοι
ἀγαθόν ἐστιν;
[σεξτ. 24]
"ἀλλ' ἐπαίνεσόν με." τί λέγεις τὸ ἐπαίνεσον; "εἰπέ μοι "οὐᾶ" καὶ "θαυμαστῶς"". ἰδοὺ λέγω. εἰ
δ' ἐστὶν ἔπαινος ἐκεῖνο, ὅ τι ποτὲ λέγουσιν οἱ φιλόσοφοι τῶν <ἐν τῇ> τοῦ ἀγαθοῦ κατηγορίᾳ, τί σε ἔχω ἐπαινέσαι; εἰ ἀγαθόν ἐστι τὸ φράζειν ὀρθῶς, δίδαξόν με
καὶ ἐπαινέσω.
[σεξτ. 25]
τί οὖν; ἀηδῶς δεῖ τῶν τοιούτων ἀκούειν;
μὴ γένοιτο. ἐγὼ μὲν οὐδὲ κιθαρῳδοῦ ἀηδῶς ἀκούω: μή
τι οὖν τούτου ἕνεκα κιθαρῳδεῖν με δεῖ στάντα; ἄκουσον,
τί λέγει Σωκράτης: "οὐδὲ γὰρ ἂν πρέποι, ὦ ἄνδρες,
τῇδε τῇ ἡλικίᾳ ὥσπερ μειρακίῳ πλάττοντι λόγους εἰς ὑμᾶς εἰσιέναι". "ὥσπερ μειρακίῳ" φησίν.
[σεξτ. 26]
ἔστι γὰρ τῷ ὄντι κομψὸν τὸ τεχνίον ἐκλέξαι ὀνομάτια
καὶ ταῦτα συνθεῖναι καὶ παρελθόντα εὐφυῶς ἀναγνῶναι ἢ εἰπεῖν καὶ μεταξὺ ἀναγιγνώσκοντα ἐπιφθέγξασθαι
ὅτι "τούτοις οὐ πολλοὶ δύνανται παρακολουθεῖν, μὰ τὴν
ὑμετέραν σωτηρίαν".
Φιλόσοφος δ' ἐπ' ἀκρόασιν παρακαλεῖ;
[σεξτ. 27]
Οὐχὶ δ'
ὡς ὁ ἥλιος ἄγει αὐτὸς ἐφ' ἑαυτὸν τὴν τροφήν, οὕτως
δὲ καὶ οὗτος ἄγει τοὺς ὠφεληθησομένους; ποῖος ἰατρὸς
παρακαλεῖ, ἵνα τις ὑπ' αὐτοῦ θεραπευθῇ; καίτοι νῦν
ἀκούω ὅτι καὶ οἱ ἰατροὶ παρακαλοῦσιν ἐν Ῥώμῃ: πλὴν
ἐπ' ἐμοῦ παρεκαλοῦντο.
[σεξτ. 28]
"παρακαλῶ σε ἐλθόντα ἀκοῦσαι,
ὅτι σοι κακῶς ἐστι καὶ πάντων μᾶλλον ἐπιμελῇ ἢ οὗ
δεῖ σε ἐπιμελεῖσθαι καὶ ὅτι ἀγνοεῖς τὰ ἀγαθὰ καὶ τὰ
κακὰ καὶ κακοδαίμων εἶ καὶ δυστυχής." κομψὴ παράκλησις. καὶ μὴν ἂν μὴ ταῦτα ἐμποιῇ ὁ τοῦ φιλοσόφου
λόγος, νεκρός ἐστι καὶ αὐτὸς καὶ ὁ λέγων.
[σεξτ. 29]
εἴωθε λέγειν
ὁ Ῥοῦφος "εἰ εὐσχολεῖτε ἐπαινέσαι με, ἐγὼ δ' οὐδὲν λέγω". τοιγαροῦν οὕτως ἔλεγεν, ὥσθ' ἕκαστον
ἡμῶν καθήμενον οἴεσθαι, ὅτι τίς ποτε αὐτὸν διαβέβληκεν: οὕτως ἥπτετο τῶν γιγνομένων, οὕτως πρὸ ὀφθαλμῶν ἐτίθει τὰ ἑκάστου κακά.
[σεξτ. 30]
ἰατρεῖόν ἐστιν, ἄνδρες, τὸ
τοῦ φιλοσόφου σχολεῖον: οὐ δεῖ ἡσθέντας ἐξελθεῖν,
ἀλλ' ἀλγήσαντας. ἔρχεσθε γὰρ οὐχ ὑγιεῖς, ἀλλ' ὁ μὲν
ὦμον ἐκβεβληκώς, ὁ δ' ἀπόστημα ἔχων, ὁ δὲ σύριγγα, ὁ
δὲ κεφαλαλγῶν.
[σεξτ. 31]
εἶτ' ἐγὼ καθίσας ὑμῖν λέγω νοημάτια
καὶ ἐπιφωνημάτια, ἵν' ὑμεῖς ἐπαινέσαντές με ἐξέλθητε,
ὁ μὲν τὸν ὦμον ἐκφέρων οἷον εἰσήνεγκεν, ὁ δὲ τὴν κεφαλὴν ὡσαύτως ἔχουσαν, ὁ δὲ τὴν σύριγγα, ὁ δὲ τὸ
ἀπόστημα;
[σεξτ. 32]
εἶτα τούτου ἕνεκα ἀποδημήσωσιν ἄνθρωποι
νεώτεροι καὶ τοὺς γονεῖς τοὺς αὑτῶν ἀπολίπωσιν καὶ
τοὺς φίλους καὶ τοὺς συγγενεῖς καὶ τὸ κτησίδιον, ἵνα
σοι "οὐᾶ" φῶσιν ἐπιφωνημάτια λέγοντι; τοῦτο Σωκράτης ἐποίει, τοῦτο Ζήνων, τοῦτο Κλεάνθης;
Τί οὖν;
[σεξτ. 33]
οὐκ ἔστιν ὁ προτρεπτικὸς χαρακτήρ; Τίς
γὰρ οὐ λέγει; ὡς <ὁ> ἐλεγκτικός, ὡς ὁ διδασκαλικός.
τίς οὖν πώποτε τέταρτον εἶπεν μετὰ τούτων τὸν ἐπιδεικτικόν;
[σεξτ. 34]
τίς γάρ ἐστιν ὁ προτρεπτικός; δύνασθαι καὶ
ἑνὶ καὶ πολλοῖς δεῖξαι τὴν μάχην ἐν ᾗ κυλίονται: καὶ
ὅτι μᾶλλον πάντων φροντίζουσιν ἢ ὧν θέλουσιν. θέλουσι μὲν γὰρ τὰ πρὸς εὐδαιμονίαν φέροντα, ἀλλαχοῦ
δ' αὐτὰ ζητοῦσι.
[σεξτ. 35]
τοῦτο ἵνα γένηται, δεῖ τεθῆναι χίλια
βάθρα καὶ παρακληθῆναι τοὺς ἀκουσομένους καὶ σὲ ἐν
κομψῷ στολίῳ ἢ τριβωναρίῳ ἀναβάντα ἐπὶ πούλβινον
διαγράφειν, πῶς Ἀχιλλεὺς ἀπέθανεν; παύσασθε, τοὺς
θεοὺς ὑμῖν, καλὰ ὀνόματα καὶ πράγματα καταισχύνοντες,
ὅσον ἐφ' ἑαυτοῖς.
[σεξτ. 36]
οὐδὲν προτρεπτικώτερον ἢ ὅταν ὁ λέγων ἐμφαίνῃ τοῖς ἀκούουσιν ὅτι χρείαν αὐτῶν ἔχει.
[σεξτ. 37]
ἢ
εἰπέ μοι, τίς ἀκούων ἀναγιγνώσκοντός σου ἢ διαλεγομένου περὶ αὑτοῦ ἠγωνίασεν ἢ ἐπεστράφη: εἰς αὑτὸν ἢ
ἐξελθὼν εἶπεν ὅτι "καλῶς μου ἥψατο ὁ φιλόσοφος: οὐκέτι δεῖ ταῦτα ποιεῖν"
[σεξτ. 38]
3; οὐχὶ δ', ἂν λίαν εὐδοκιμῇς, λέγει
πρός τινα "κομψῶς ἔφρασεν τὰ περὶ τὸν Ξέρξην", ἄλλος
"οὔ: ἀλλὰ τὴν ἐπὶ Πύλαις μάχην"; τοῦτό ἐστιν ἀκρόασις
φιλοσόφου;