ξη. 4
[σεξτ. 1]
Ὁ προκόπτων μεμαθηκὼς παρὰ τῶν φιλοσόφων ὅτι ἡ
μὲν ὄρεξις ἀγαθῶν ἐστιν, ἡ δ' ἔκκλισις πρὸς
κακά, μεμαθηκὼς δὲ καὶ ὅτι οὐκ ἄλλως τὸ εὔρουν
καὶ ἀπαθὲς περιγίνεται τῷ ἀνθρώπῳ ἢ ἐν ὀρέξει
μὲν μὴ ἀποτυγχάνοντι, ἐν ἐκκλίσει <δὲ> μὴ
περιπίπτοντι, τὴν μὲν ὄρεξιν ἦρκεν ἐξ αὑτοῦ εἰσάπαν καὶ ὑπερτέθειται, τῇ ἐκκλίσει δὲ πρὸς μόνα χρῆται
τὰ προαιρετικά.
[σεξτ. 2]
τῶν γὰρ ἀπροαιρέτων ἄν τι ἐκκλίνῃ,
οἶδεν ὅτι περιπεσεῖταί ποτέ τινι παρὰ τὴν ἔκκλισιν τὴν
αὑτοῦ καὶ δυστυχήσει.
[σεξτ. 3]
εἰ δ' ἡ ἀρετὴ ταύτην ἔχει τὴν
ἐπαγγελίαν εὐδαιμονίαν ποιῆσαι καὶ ἀπάθειαν καὶ εὔροιαν, πάντως καὶ ἡ προκοπὴ <ἡ> πρὸς αὐτὴν πρὸς
ἕκαστον τούτων ἐστὶ προκοπή.
[σεξτ. 4]
ἀεὶ γὰρ πρὸς ὃ ἂν ἡ
τελειότης τινὸς καθάπαξ ἄγῃ, πρὸς αὐτὸ ἡ προκοπὴ
συνεγγισμός ἐστιν.
Πῶς οὖν τὴν μὲν ἀρετὴν τοιοῦτόν τι ὁμολογοῦμεν,
[σεξτ. 5]
τὴν προκοπὴν δ' ἐν ἄλλοις ζητοῦμεν καὶ ἐπιδείκνυμεν;
τί ἔργον ἀρετῆς;
[σεξτ. 6]
εὔροια. τίς οὖν προκόπτει; ὁ πολλὰς
Χρυσίππου συντάξεις ἀνεγνωκώς;
[σεξτ. 7]
μὴ γὰρ ἡ ἀρετὴ τοῦτ'
ἔστι Χρύσιππον νενοηκέναι; εἰ γὰρ τοῦτ' ἔστιν, ὁμολογουμένως ἡ προκοπὴ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ πολλὰ τῶν
Χρυσίππου νοεῖν.
[σεξτ. 8]
νῦν δ' ἄλλο μέν τι τὴν ἀρετὴν ἐπιφέρειν ὁμολογοῦμεν, ἄλλο[ν] δὲ τὸν συνεγγισμόν, τὴν
προκοπὴν ἀποφαίνομεν.
[σεξτ. 9]
"οὗτος", φησίν, "ἤδη καὶ δι' αὑτοῦ
δύναται Χρύσιππον ἀναγιγνώσκειν". εὖ, νὴ τοὺς θεούς,
προκόπτεις, ἄνθρωπε: ποίαν προκοπήν.
[σεξτ. 10]
"τί ἐμπαίζεις
αὐτῷ;" τί δ' ἀπάγεις αὐτὸν τῆς συναισθήσεως τῶν αὑτοῦ
κακῶν; οὐ θέλεις δεῖξαι αὐτῷ τὸ ἔργον τῆς ἀρετῆς, ἵνα
μάθῃ ποῦ τὴν προκοπὴν ζητῇ;
[σεξτ. 11]
ἐκεῖ ζήτησον αὐτήν, ταλαίπωρε, ὅπου σου τὸ ἔργον. ποῦ δέ σου τὸ ἔργον; ἐν
ὀρέξει καὶ ἐκκλίσει, ἵν' ἀναπότευκτος ᾖς καὶ ἀπερίπτωτος, ἐν ὁρμαῖς καὶ ἀφορμαῖς,
ἵν' ἀναμάρτητος, ἐν προ<σ>θέσει καὶ ἐποχῇ, ἵν' ἀνεξαπάτητος.
[σεξτ. 12]
πρῶτοι δ' εἰσὶν
οἱ πρῶτοι τόποι καὶ ἀναγκαιότατοι. ἂν δὲ τρέμων καὶ
πενθῶν ζητῇς ἀπερίπτωτος εἶναι, ἄρα πῶς προκόπτεις;
Σὺ οὖν ἐνταῦθά μοι δεῖξόν σου τὴν προκοπήν.
[σεξτ. 13]
καθάπερ εἰ ἀθλητῇ διελεγόμην "δεῖξόν μοι τοὺς ὤμους",
εἶτα ἔλεγεν ἐκεῖνος "ἴδε μου τοὺς ἁλτῆρας". ὄψει σὺ καὶ
οἱ ἁλτῆρες, ἐγὼ τὸ ἀποτέλεσμα τῶν ἁλτήρων ἰδεῖν βούλομαι.
[σεξτ. 14]
"λάβε τὴν περὶ ὁρμῆς σύνταξιν καὶ γνῶθι πῶς
αὐτὴν ἀνέγνωκα." ἀνδράποδον, οὐ τοῦτο ζητῶ, ἀλλὰ
πῶς ὁρμᾷς καὶ ἀφορμᾷς, πῶς ὀρέγῃ καὶ ἐκκλίνεις, πῶς
ἐπιβάλλῃ καὶ προ[σ]τίθεσαι καὶ παρασκευάζῃ, πότερα
συμφώνως τῇ φύσει ἢ ἀσυμφώνως.
[σεξτ. 15]
εἰ γὰρ συμφώνως,
τοῦτό μοι δείκνυε καὶ ἐρῶ σοι ὅτι προκόπτεις: εἰ δ'
ἀσυμφώνως, ἄπελθε καὶ μὴ μόνον ἐξηγοῦ τὰ βιβλία,
ἀλλὰ καὶ γράφε αὐτὸς τοιαῦτα.
[σεξτ. 16]
καὶ τί σοι ὄφελος; οὐκ
οἶδας ὅτι ὅλον τὸ βιβλίον πέντε δηναρίων ἐστίν; ὁ οὖν
ἐξηγούμενος αὐτὸ δοκεῖ ὅτι πλείονος ἄξιός ἐστιν ἢ πέντε
δηναρίων;
[σεξτ. 17]
μηδέποτε οὖν ἀλλαχοῦ τὸ ἔργον ζητεῖτε, ἀλλαχοῦ τὴν προκοπήν.
Ποῦ οὖν προκοπή;
[σεξτ. 18]
εἴ τις ὑμῶν ἀποστὰς τῶν ἐκτὸς
ἐπὶ τὴν προαίρεσιν ἐπέστραπται τὴν αὑτοῦ, ταύτην
ἐξεργάζεσθαι καὶ ἐκπονεῖν, ὥστε σύμφωνον ἀποτελέσαι
τῇ φύσει, ὑψηλὴν ἐλευθέραν ἀκώλυτον ἀνεμπόδιστον
πιστὴν αἰδήμονα:
[σεξτ. 19]
μεμάθηκέν τε, ὅτι ὁ τὰ μὴ ἐφ' αὑτῷ
ποθῶν ἢ φεύγων οὔτε πιστὸς εἶναι δύναται οὔτ'
ἐλεύθερος, ἀλλ' ἀνάγκη μεταπίπτειν καὶ μετα<ρ>ριπίζεσθαι ἅμα ἐκείνοις καὶ αὐτόν, ἀνάγκη δὲ καὶ ὑποτεταχέναι ἄλλοις ἑαυτόν, τοῖς ἐκεῖνα περιποιεῖν ἢ κωλύειν
δυναμένοις:
[σεξτ. 20]
καὶ λοιπὸν ἕωθεν ἀνιστάμενος ταῦτα τηρεῖ
καὶ φυλάσσει, λούεται ὡς πιστός, ὡς αἰδήμων ἐσθίει,
ὡσαύτως ἐπὶ τῆς ἀεὶ παραπιπτούσης ὕλης τὰ προηγούμενα ἐκπονῶν, ὡς ὁ δρομεὺς δρομικῶς καὶ ὁ φώνασκος φωνασκικῶς:
[σεξτ. 21]
οὗτός ἐστιν ὁ προκόπτων ταῖς
ἀληθείαις καὶ ὁ μὴ εἰκῇ ἀποδεδημηκὼς οὗτός ἐστιν.
[σεξτ. 22]
εἰ δ' ἐπὶ τὴν ἐν τοῖς βιβλίοις ἕξιν τέταται καὶ ταύτην
ἐκπονεῖ καὶ ἐπὶ τοῦτο ἐκδεδήμηκε, λέγω αὐτῷ αὐτόθεν
πορεύεσθαι εἰς οἶκον καὶ μὴ ἀμελεῖν τῶν ἐκεῖ:
[σεξτ. 23]
τοῦτο
γὰρ ἐφ' ὃ ἀποδεδήμηκεν οὐδέν ἐστιν: ἀλλ' ἐκεῖνο,
με<λε>τᾶν ἐξελεῖν τοῦ αὑτοῦ βίου πένθη καὶ οἰμωγὰς
καὶ <τὸ> "οἴμοι" καὶ τὸ "τάλας ἐγὼ" καὶ δυστυχίαν καὶ
ἀτυχίαν καὶ μαθεῖν,
[σεξτ. 24]
τί ἐστι θάνατος, τί φυγή, τί δεσμωτήριον, τί [νοσ]κών<ε>ιον, ἵνα δύνηται λέγειν ἐν τῇ
φυλακῇ "ὦ φίλε Κρίτων, εἰ ταύτῃ τοῖς θεοῖς φίλον, ταύτῃ γινέσθω" καὶ μὴ ἐκεῖνα "τάλας ἐγώ, γέρων
ἄνθρωπος, ἐπὶ ταῦτά μου τὰς πολιὰς ἐτήρησα"
[σεξτ. 25]
3. τίς λέγει
ταῦτα; δοκεῖτε ὅτι ὑμῖν ἄδοξόν τινα ἐρῶ καὶ ταπεινόν;
Πρίαμος αὐτὰ οὐ λέγει; Οἰδίπους οὐ λέγει; ἀλλ' ὁπόσοι
βασιλεῖς λέγουσιν;
[σεξτ. 26]
τί γάρ εἰσιν ἄλλο τραγῳδίαι ἢ ἀνθρώπων πάθη τεθαυμακότων τὰ ἐκτὸς διὰ μέτρου
τοιοῦδ' ἐπιδεικνύμενα;
[σεξτ. 27]
εἰ γὰρ ἐξαπατηθέντα τινὰ ἔδει
μαθεῖν, ὅτι τῶν ἐκτὸς <καὶ> ἀπροαιρέτων οὐδέν ἐστι πρὸς
ἡμᾶς, ἐγὼ μὲν ἤθελον τὴν ἀπάτην ταύτην, ἐξ ἧς ἤμελλον
εὐρόως καὶ ἀταράχως βιώσεσθαι, ὑμεῖς δ' ὄψεσθ' αὐτοὶ
τί θέλετε.
Τί οὖν ἡμῖν παρέχει Χρύσιππος;
[σεξτ. 28]
ἵνα γνῷς, φησίν,
ὅτι οὐ ψευδῆ ταῦτά ἐστιν, ἐξ ὧν ἡ εὔροιά ἐστι
καὶ ἀπάθεια ἀπαντᾷ,
[σεξτ. 29]
λάβε μου τὰ βιβλία καὶ
γνώσῃ ὡς [γαπ ιν τεχτ] τε καὶ σύμφωνά ἐστι τῇ φύσει
τὰ ἀπαθῆ με ποιοῦντα. ὦ μεγάλης εὐτυχίας, ὦ μεγάλου εὐεργέτου τοῦ δεικνύοντος τὴν ὁδόν.
[σεξτ. 30]
εἶτα Τριπτολέμῳ μὲν ἱερὰ καὶ βωμοὺς πάντες ἄνθρωποι ἀνεστάκασιν,
[σεξτ. 31]
ὅτι τὰς ἡμέρους τροφὰς ἡμῖν ἔδωκεν, τῷ δὲ τὴν
ἀλήθειαν εὑρόντι καὶ φωτίσαντι καὶ εἰς πάντας ἀνθρώπους ἐξενεγκόντι, οὐ τὴν περὶ τὸ ζῆν, ἀλλὰ τὴν πρὸς τὸ
εὖ ζῆν, τίς ὑμῶν ἐπὶ τούτῳ βωμὸν ἱδρύσατο ἢ ναὸν ἢ
ἄγαλμα ἀνέθηκεν ἢ τὸν θεὸν ἐπὶ τούτῳ προσκυνεῖ;
[σεξτ. 32]
ἀλλ'
ὅτι μὲν ἄμπελον ἔδωκαν ἢ πυρούς, ἐπιθύομεν τούτου
ἕνεκα, ὅτι δὲ τοιοῦτον ἐξήνεγκαν καρπὸν ἐν ἀνθρωπίνῃ
διανοίᾳ, δι' οὗ τὴν ἀλήθειαν τὴν περὶ εὐδαιμονίας
δείξειν ἡμῖν ἤμελλον, τούτου δ' ἕνεκα οὐκ εὐχαριστήσωμεν τῷ θεῷ;