ξη. 5
[σεξτ. 1]
Νοσῶ, φησίν, ἐνθάδε καὶ βούλομαι ἀπιέναι εἰς οἶκον.
[σεξτ. 2]
Ἐν οἴκῳ γὰρ ἄνοσος ἦς σύ; οὐ σκοπεῖς, εἴ τι ποιεῖς
ἐνθάδε τῶν πρὸς τὴν προαίρεσιν τὴν σαυτοῦ φερόντων,
ἵν' ἐπανορθωθῇ; εἰ μὲν γὰρ μηδὲν ἀνύεις, περισσῶς
καὶ ἦλθες.
[σεξτ. 3]
ἄπιθι, ἐπιμελοῦ τῶν ἐν οἴκῳ. εἰ γὰρ μὴ δύναταί σου τὸ ἡγεμονικὸν σχεῖν κατὰ φύσιν, τό γ' ἀγρίδιον δυνήσεται: τό γε κερμάτιον αὐξήσεις, τὸν πατέρα
γηροκομήσεις, ἐν τῇ ἀγορᾷ ἀναστραφήσῃ, ἄρξεις: κακὸς
κακῶς τί ποτε ποιήσεις τῶν ἑξῆς.
[σεξτ. 4]
εἰ δὲ παρακολουθεῖς
σαυτῷ, ὅτι ἀποβάλλεις τινὰ δόγματα φαῦλα καὶ ἄλλ'
ἀντ' αὐτῶν ἀναλαμβάνεις καὶ τὴν σαυτοῦ στάσιν μετατέθεικας ἀπὸ τῶν ἀπροαιρέτων ἐπὶ τὰ προαιρετικά, κἄν
ποτ' εἴπῃς "οἴμοι", οὐ λέγεις διὰ τὸν πατέρα, τὸν ἀδελφόν, ἀλλὰ "
[σεξτ. 5]
3δι' ἐμέ", ἔτι ὑπολογίζῃ νόσον; οὐκ οἶδας,
ὅτι καὶ νόσος καὶ θάνατος καταλαβεῖν ἡμᾶς ὀφείλουσίν
τί ποτε ποιοῦντας; τὸν γεωργὸν γεωργοῦντα καταλαμβάνουσι, τὸν ναυτικὸν πλέοντα.
[σεξτ. 6]
σὺ τί θέλεις ποιῶν
καταληφθῆναι; τί ποτε μὲν γὰρ ποιοῦντά σε δεῖ καταληφθῆναι. εἴ τι ἔχεις τούτου κρεῖσσον ποιῶν καταληφθῆναι, ποίει ἐκεῖνο.
[σεξτ. 7]
Ἐμοὶ μὲν γὰρ καταληφθῆναι γένοιτο μηδενὸς ἄλλου
ἐπιμελουμένῳ ἢ τῆς προαιρέσεως τῆς ἐμῆς, ἵν' ἀπαθής,
ἵν' ἀκώλυτος, ἵν' ἀνανάγκαστος, ἵν' ἐλεύθερος.
[σεξτ. 8]
ταῦτα
ἐπιτηδεύων θέλω εὑρεθῆναι, ἵν' εἰπεῖν δύνωμαι τῷ
θεῷ "μή τι παρέβην σου τὰς ἐντολάς; μή τι πρὸς ἄλλα
ἐχρησάμην ταῖς ἀφορμαῖς ἃς ἔδωκας; μή τι ταῖς αἰσθήσεσιν ἄλλως, μή τι ταῖς προλήψεσιν; μή τί σοί ποτ'
ἐνεκάλεσα;
[σεξτ. 9]
μή τι ἐμεμψάμην σου τὴν διοίκησιν; ἐνόσησα, ὅτε ἠθέλησας: καὶ οἱ ἄλλοι, ἀλλ' ἐγὼ ἑκών. πένης
ἐγενόμην σου θέλοντος, ἀλλὰ χαίρων. οὐκ ἦρξα, ὅτι σὺ
οὐκ ἠθέλησας: οὐδέποτ' ἐπεθύμησα ἀρχῆς. μή τί με
τούτου ἕνεκα στυγνότερον εἶδες; μὴ οὐ προσῆλθόν σοί
ποτε φαιδρῷ τῷ προσώπῳ, ἕτοιμος εἴ τι ἐπιτάσσεις, εἴ
τι σημαίνεις;
[σεξτ. 10]
νῦν με θέλεις ἀπελθεῖν ἐκ τῆς πανηγύρεως: ἄπειμι, χάριν σοι ἔχω πᾶσαν, ὅτι ἠξίωσάς με
συμπανηγυρίσαι σοι καὶ ἰδεῖν ἔργα τὰ σὰ καὶ τῇ διοικήσει σου συμπαρακολουθῆσαι [σοί]"
[σεξτ. 11]
3. ταῦτά με ἐνθυμούμενον, ταῦτα γράφοντα, ταῦτα ἀναγιγνώσκοντα καταλάβοι ὁ θάνατος.
[σεξτ. 12]
Ἀλλ' ἡ μήτηρ μου τὴν κεφαλὴν νοσοῦντος οὐ κρατήσει. Ἄπιθι τοίνυν πρὸς τὴν μητέρα: ἄξιος γὰρ εἶ
τὴν κεφαλὴν κρατούμενος νοσεῖν.
[σεξτ. 13]
Ἀλλ' ἐπὶ κλιναρίου
κομψοῦ ἐν οἴκῳ κατεκείμην. Ἄπιθί σου ἐπὶ τὸ
κλινάριον: ἢ ὑγιαίνων ἄξιος εἶ ἐπὶ τοιούτου κατακεῖσθαι. μὴ τοίνυν ἀπόλλυε, ἃ δύνασαι ἐκεῖ ποιεῖν.
Ἀλλ' ὁ Σωκράτης τί λέγει;
[σεξτ. 14]
"ὥσπερ ἄλλος τις", φησίν, "χαίρει[ν] τὸν ἀγρὸν τὸν αὑτοῦ ποιῶν κρείσσονα, ἄλλος τὸν ἵππον, οὕτως ἐγὼ καθ' ἡμέραν
χαίρω παρακολουθῶν ἐμαυτῷ βελτίονι γινομένῳ"
[σεξτ. 15]
3. Πρὸς τί; μή τι πρὸς λεξείδια; Ἄνθρωπε,
εὐφήμει. Μή τι πρὸς θεωρημάτια; Τί ποιεῖς;
Καὶ μὴν οὐ βλέπω,
[σεξτ. 16]
τί ἐστιν ἄλλο, περὶ ὃ ἀσχολοῦνται
οἱ φιλόσοφοι. Οὐδέν σοι δοκεῖ εἶναι τὸ μηδέποτε
ἐγκαλέσαι τινί, μὴ θεῷ, μὴ ἀνθρώπῳ: μὴ μέμψασθαι
μηδένα: τὸ αὐτὸ πρόσωπον ἀεὶ καὶ ἐκφέρειν καὶ εἰσφέρειν;
[σεξτ. 17]
ταῦτα ἦν, ἃ ᾔδει ὁ Σωκράτης, καὶ ὅμως οὐδέποτε
εἶπεν, ὅτι οἶδέν τι ἢ διδάσκει. εἰ δέ τις λεξείδια ᾔτει ἢ
θεωρημάτια, ἀπῆγεν πρὸς Πρωταγόραν, πρὸς Ἱππίαν.
καὶ γὰρ εἰ λάχανά τις ζητῶν ἐλήλυθεν, πρὸς τὸν κηπουρὸν ἂν αὐτὸν ἀπήγαγεν: τίς οὖν ὑμῶν ἔχει ταύτην τὴν
ἐπιβολήν;
[σεξτ. 18]
ἐπεί τοι εἰ ε<ἴ>χετε, καὶ ἐνοσεῖτε ἂν ἡδέως
καὶ <
[σεξτ. 19]
ἐ>πεινᾶτε καὶ ἀπεθνῄσκετε. εἴ τις ὑμῶν ἠράσθη
κορασίου κομψοῦ, οἶδεν ὅτι ἀληθῆ λέγω.