Hymns and Epigrams


Hymns and Epigrams
By Callimachus
Edited by: Ulrich von Wilamowitz-Moellendorff

Berlin Weidmann 1897



Perseus Documents Collection Table of Contents



Praefatio novae editionis

*(/Umnoi

ei)s *di/a.

ei)s *apo/llwna.

ei)s *)/artemin.

ei)s *dh=lon.

ei)s *loutra/ th=s *palla/dos.

ei)s *dh/mhtra.

*epigra/mmata.

Praefatio novae editionis

*(/Umnoi

ei)s *di/a.

ei)s *apo/llwna.

ei)s *)/artemin.

ei)s *dh=lon.

ei)s *loutra/ th=s *palla/dos.

ei)s *dh/mhtra.

*epigra/mmata.


Funded by The Annenberg CPB/Project

εἰς Δῆλον.

 
ἄλλαι μὲν πᾶσαί μιν ἀπέστυγον οὐδ' ἐδέχοντο:
Ἀστερίη δ' ὀνομαστὶ παρερχομένην ἐκάλεσσεν,
[225] Ἀστερίη, πόντοιο κακὸν σάρον: οἶσθα καὶ αὐτή.
ἀλλὰ φίλη, δύνασαι γάρ, ἀμύνειν πότνια δούλοις
ὑμετέροις, οἳ σεῖο πέδον πατέουσιν ἐφετμῆι'.
καὶ ὑπὸ χρύσειον ἐδέθλιον ἷζε κύων ὥς,
Ἀρτέμιδος ἥτις τε, θοῆς ὅτε παύσεται ἄγρης,
[230] ἵζει θηρήτειρα παρ' ἴχνεσιν, οὔατα δ' αὐτῆς
ὀρθὰ μάλ', αἰὲν ἑτοῖμα θεῆς ὑποδέχθαι ὀμοκλήν:
τῆι ἰκέλη Θαύμαντος ὑπὸ θρόνον ἵζετο κούρη.
κείνη δ' οὐδέποτε σφετέρης ἐπιλήθεται ἕδρης,
οὐδ' ὅτε οἱ ληθαῖον ἐπὶ πτερὸν ὕπνος ἐρείσει,
[235] ἀλλ' αὐτοῦ μεγάλοιο ποτὶ γλωχῖνα θρόνοιο
τυτθὸν ἀποκλίνασα καρήατα λέχριος εὕδει.
οὐδέ ποτε ζώνην ἀναλύεται οὐδὲ ταχείας
ἐνδρομίδας, μή οἵ τι καὶ αἰφνίδιον ἔπος εἴπηι
δεσπότις. δ' ἀλεγεινὸν ἀλαστήσασα προσηύδα
[240] 'οὕτω νῦν, Ζηνὸς ὀνείδεα, καὶ γαμέοισθε
λάθρια καὶ τίκτοιτε κεκρυμμένα, μηδ' ὅθι δειλαί
δυστοκέες μογέουσιν ἀλετρίδες, ἀλλ' ὅθι φῶκαι
εἰνάλιαι τίκτουσιν, ἐνὶ σπιλάδεσσιν ἐρήμοις.
Ἀστερίηι δ' οὐδέν τι βαρύνομαι εἵνεκα τῆσδε
[245] ἀμπλακίης, οὐδ' ἔστιν ὅπως ἀποθύμια ῥέξω:
τόσσα δέω: μάλα γάρ τε κακῶς ἐχαρίσσατο Λητοῖ:
ἀλλά μιν ἔκπαγλόν τι σεβίζομαι, οὕνεκ' ἐμεῖο
δέμνιον οὐκ ἐπάτησε, Διὸς δ' ἀνθείλετο πόντον'.
μὲν ἔφη: κύκνοι δὲ θεοῦ μέλποντες ἄοζοι
[250] Μηιόνιον Πακτωλὸν ἐκυκλώσαντο λιπόντες
ἑβδομάκις περὶ Δῆλον, ἐπήεισαν δὲ λοχείηι
Μουσάων ὄρνιθες, ἀοιδότατοι πετεηνῶν: [π. 42]
ἔνθεν παῖς τοσσάσδε λύρηι ἐνεδήσατο χορδάς
ὕστερον, ὁσσάκι κύκνοι ἐπ' ὠδίνεσσιν ἄεισαν.
[255] ὄγδοον οὐκέτ' ἄεισαν, δ' ἔκθορεν, αἳ δ' ἐπὶ μακρὸν
νύμφαι Δηλιάδες, ποταμοῦ γένος ἀρχαίοιο,
εἶπαν Ἐλειθυίης ἱερὸν μέλος, αὐτίκα δ' αἰθήρ
χάλκεος ἀντήχησε διαπρυσίην ὀλολυγήν,
οὐδ' Ἥρη νεμέσησεν, ἐπεὶ χόλον ἐξέλετο Ζεύς.
[260] χρύσεά τοι τότε πάντα θεμείλια γείνετο Δῆλε,
χρυσῶι δὲ τροχόεσσα πανήμερος ἔρρεε λίμνη,
χρύσειον δ' ἐκόμησε γενέθλιον ἔρνος ἐλαίης,
χρυσῶι δὲ πλήμυρε βαθὺς Ἰνωπὸς ἑλιχθείς.
αὐτὴ δὲ χρυσέοιο ἀπ' οὔδεος εἵλεο παῖδα,
[265] ἐν δ' ἐβάλευ κόλποισιν, ἔπος δ' ἐφθέγξαο τοῖον
" μεγάλη πολύβωμε πολύπτολι πολλὰ φέρουσα,
πίονες ἤπειροί τε καὶ αἳ περιναίετε νῆσοι:
αὕτη ἐγὼ τοιήδε: δυσήροτος, ἀλλ' ἀπ' ἐμεῖο
Δήλιος Ἀπόλλων κεκλήσεται, οὐδέ τις ἄλλη
[270] γαιάων τοσσόνδε θεῶι πεφιλήσεται ἄλλωι,
οὐ Κερχνὶς κρείοντι Ποσειδάωνι Λεχαίου,
οὐ πάγος Ἑρμείηι Κυλλήνιος, οὐ Διὶ Κρήτη,
ὡς ἐγὼ Ἀπόλλωνι: καὶ ἔσσομαι οὐκέτι πλαγκτή".
ὧδε σὺ μὲν κατέλεξας: δὲ γλυκὺν ἔσπασε μαζόν.