Hymns and Epigrams


Hymns and Epigrams
By Callimachus
Edited by: Ulrich von Wilamowitz-Moellendorff

Berlin Weidmann 1897



Perseus Documents Collection Table of Contents



Praefatio novae editionis

*(/Umnoi

ei)s *di/a.

ei)s *apo/llwna.

ei)s *)/artemin.

ei)s *dh=lon.

ei)s *loutra/ th=s *palla/dos.

ei)s *dh/mhtra.

*epigra/mmata.

Praefatio novae editionis

*(/Umnoi

ei)s *di/a.

ei)s *apo/llwna.

ei)s *)/artemin.

ei)s *dh=lon.

ei)s *loutra/ th=s *palla/dos.

ei)s *dh/mhtra.

*epigra/mmata.


Funded by The Annenberg CPB/Project

 

ποεμ 2

εἰς Απόλλωνα.


Οἷον τὠπόλλωνος ἐσείσατο δάφνινος ὅρπηξ,
οἷα δ' ὅλον τὸ μέλαθρον: ἑκὰς ἑκὰς ὅστις ἀλιτρός.
καὶ δή που τὰ θύρετρα καλῶι ποδὶ Φοῖβος ἀράσσει:
οὐχ ὁράαις; ἐπένευσεν Δήλιος ἡδύ τι φοῖνιξ
[5] ἐξαπίνης, δὲ κύκνος ἐν ἠέρι καλὸν ἀείδει.
αὐτοὶ νῦν κατοχῆες ἀνακλίνεσθε πυλάων,
αὐταὶ δὲ κληῖδες: γὰρ θεὸς οὐκ ἔτι μακρήν.
οἱ δὲ νέοι μολπήν τε καὶ ἐς χορὸν ἐντύνεσθε.
ὡπόλλων οὐ παντὶ φαείνεται, ἀλλ' τις ἐσθλός:
[10] ὅς μιν ἴδηι, μέγας οὗτος, ὃς οὐκ ἴδε, λιτὸς ἐκεῖνος.
ὀψόμεθ', Ἑκάεργε, καὶ ἐσσόμεθ' οὔποτε λιτοί.
μήτε σιωπηλὴν κίθαριν μήτ' ἄψοφον ἴχνος
τοῦ Φοίβου τοὺς παῖδας ἔχειν ἐπιδημήσαντος,
εἰ τελέειν μέλλουσι γάμον πολιήν τε κερεῖσθαι,
[15] ἑστήξειν δὲ τὸ τεῖχος ἐπ' ἀρχαίοισι θεμέθλοις.
ἠγασάμην τοὺς παῖδας, ἐπεὶ χέλυς οὐκέτ' ἀεργός.
εὐφημεῖτ' ἀίοντες ἐπ' Ἀπόλλωνος ἀοιδῆι.
εὐφημεῖ καὶ πόντος, ὅτε κλείουσιν ἀοιδοί
κίθαριν τόξα, Λυκωρέος ἔντεα Φοίβου.
[20] οὐδὲ Θέτις Ἀχιλῆα κινύρεται αἴλινα μήτηρ,
ὁππόθ' ἱὴ παιῆον ἱὴ παιῆον ἀκούσηι.
καὶ μὲν δακρυόεις ἀναβάλλεται ἄλγεα πέτρος,
ὅστις ἐνὶ Φρυγίηι διερὸς λίθος ἐστήρικται,
μάρμαρον ἀντὶ γυναικὸς ὀιζυρόν τι χανούσης. [π. 22]
[25] ἱὴ ἱὴ φθέγγεσθε: κακὸν μακάρεσσιν ἐρίζειν.
ὃς μάχεται μακάρεσσιν, ἐμῶι βασιλῆι μάχοιτο:
ὅστις ἐμῶι βασιλῆι, καὶ Ἀπόλλωνι μάχοιτο.
τὸν χορὸν ὡπόλλων, τι οἱ κατὰ θυμὸν ἀείδει,
τιμήσει: δύναται γάρ, ἐπεὶ Διὶ δεξιὸς ἧσται.
[30] οὐδ' χορὸς τὸν Φοῖβον ἐφ' ἓν μόνον ἦμαρ ἀείσει,
ἔστι γὰρ εὔυμνος: τίς ἂν οὐ ῥέα Φοῖβον ἀείδοι;
χρύσεα τὠπόλλωνι τό τ' ἐνδυτὸν τ' ἐπιπορπίς
τε λύρη τό τ' ἄεμμα τὸ Λύκτιον τε φαρέτρη,
χρύσεα καὶ τὰ πέδιλα: πολύχρυσος γὰρ Ἀπόλλων.
[35] καὶ δὲ πολυκτέανος: Πυθῶνί κε τεκμήραιο.
καὶ μὲν ἀεὶ καλὸς καὶ ἀεὶ νέος: οὔποτε Φοίβου
θηλείηισ' οὐδ' ὅσσον ἐπὶ χνόος ἦλθε παρειαῖς.
αἱ δὲ κόμαι θυόεντα πέδωι λείβουσιν ἔλαια.
οὐ λίπος Ἀπόλλωνος ἀποστάζουσιν ἔθειραι,
[40] ἀλλ' αὐτὴν πανάκειαν: ἐν ἄστεϊ δ' ὦι κεν ἐκεῖναι
πρῶκες ἔραζε πέσωσιν ἀκήρια πάντ' ἐγένοντο.
τέχνηι δ' ἀμφιλαφὴς οὔ τις τόσον ὅσσον Ἀπόλλων:
κεῖνος ὀιστευτὴν ἔλαχ' ἀνέρα, κεῖνος ἀοιδόν
Φοίβωι γὰρ καὶ τόξον ἐπιτρέπεται καὶ ἀοιδή,
[45] κείνου δὲ θριαὶ καὶ μάντιες: ἐκ δέ νυ Φοίβου
ἰητροὶ δεδάασιν ἀνάβλησιν θανάτοιο.