Hymns and Epigrams


Hymns and Epigrams
By Callimachus
Edited by: Ulrich von Wilamowitz-Moellendorff

Berlin Weidmann 1897



Perseus Documents Collection Table of Contents



Praefatio novae editionis

*(/Umnoi

ei)s *di/a.

ei)s *apo/llwna.

ei)s *)/artemin.

ei)s *dh=lon.

ei)s *loutra/ th=s *palla/dos.

ei)s *dh/mhtra.

*epigra/mmata.

Praefatio novae editionis

*(/Umnoi

ei)s *di/a.

ei)s *apo/llwna.

ei)s *)/artemin.

ei)s *dh=lon.

ei)s *loutra/ th=s *palla/dos.

ei)s *dh/mhtra.

*epigra/mmata.


Funded by The Annenberg CPB/Project

 

ποεμ 6

εἰς Δήμητρα.


Τῶ καλάθω κατιόντος ἐπιφθέγξασθε γυναῖκες
'Δάματερ μέγα χαῖρε πολύτροφε πουλυμέδιμνε'.
τὸν κάλαθον κατιόντα χαμαὶ θασεῖσθε βέβαλοι,
μηδ' ἀπὸ τῶ τέγεος μηδ' ὑψόθεν αὐγάσσησθε
[5] μὴ παῖς μηδὲ γυνὰ μηδ' κατεχεύατο χαίταν,
μηδ' ὅκ' ἀφ' αὑαλέων στομάτων πτύωμες ἄπαστοι.
Ἕσπερος ἐκ νεφέων ἐσκέψατο πανίκα νεῖται;,
Ἕσπερος, ὅστε πιεῖν Δαμάτερα μῶνος ἔπεισεν,
ἁρπαγίμας ὅκ' ἄπυστα μετέστιχεν ἴχνια κώρας.
[10] πότνια πῶς σε δύναντο πόδες φέρεν ἔστ' ἐπὶ δυθμάς,
ἔστ' ἐπὶ τὼς μέλανας καὶ ὅπα τὰ χρύσεα μᾶλα;
οὐ πίες οὐδ' ἄρ' ἔδες τῆνον χρόνον οὐδὲ λοέσσα.
τρὶς μὲν δὴ διέβας Ἀχελώιον ἀργυροδίναν,
τοσσάκι δ' ἀενάων ποταμῶν ἐπέρασας ἕκαστον,
[15] τρὶς δ' ἐπὶ Καλλιχόρωι χαμάδις ἐκαθίσσαο φρητί
αὐσταλέα ἄποτός τε καὶ οὐ φάγες οὐδὲ λοέσσα.
μὴ μὴ ταῦτα λέγωμες δάκρυον ἄγαγε Δηοῖ:
κάλλιον, ὡς πολίεσσιν ἑαδότα τέθμια δῶκε:
κάλλιον, ὡς καλάμαν τε καὶ ἱερὰ δράγματα πράτα
[20] ἀσταχύων ἀπέκοψε καὶ ἐν βόας ἧκε πατῆσαι,
ἁνίκα Τριπτόλεμος ἀγαθὰν ἐδιδάσκετο τέχναν:
κάλλιον, ὡς ἵνα καί τις ὑπερβασίας ἀλέηται [π. 51]
π [γαπ ιν τεχτ] ἰδέσθαι
Οὔπω τὰν Κνιδίαν, ἔτι Δώτιον ἱρὸν ἔναιον,
[25] τεῖ δ' αὐτᾶι καλὸν ἄλσος ἐποιήσαντο Πελασγοί
δένδρεσιν ἀμφιλαφές: διά κεν μόλις ἦνθεν ὀιστός:
ἐν πίτυς, ἐν μεγάλαι πτελέαι ἔσαν, ἐν δὲ καὶ ὄχναι,
ἐν δὲ καλὰ γλυκύμαλα: τὸ δ' ὥστ' ἀλέκτρινον ὕδωρ
ἐξ ἀμαρᾶν ἀνέθυε. θεὰ δ' ἐπεμαίνετο χώρωι
[30] ὅσσον Ἐλευσῖνι, Τριόπαι θ' ὅσον ὁκκόσον Ἔνναι.
ἀλλ' ὅκα Τριοπίδαισιν δεξιὸς ἄχθετο δαίμων,
τουτάκις χείρων Ἐρυσίχθονος ἅψατο βωλά:
σεύατ' ἔχων θεράποντας ἐείκοσι, πάντας ἐν ἀκμᾶι,
πάντας δ' ἀνδρογίγαντας ὅλαν πόλιν ἀρκίος ἆραι,
[35] ἀμφότερον πελέκεσσι καὶ ἀξίναισιν ὁπλίσσας
ἐς δὲ τὸ τᾶς Δάματρος ἀναιδέες ἔδραμον ἄλσος.
ἦς δέ τις αἴγειρος, μέγα δένδρεον αἰθέρι κῦρον,
τῶι ἔπι ταὶ νύμφαι ποτὶ τὤνδιον ἑψιόωντο,
πράτα πλαγεῖσα κακὸν μέλος ἴαχεν ἄλλαις.
[40] ἄισθετο Δαμάτηρ ὅτι οἱ ξύλον ἱερὸν ἄλγει,
εἶπε δὲ χωσαμένα 'τίς μοι καλὰ δένδρεα κόπτει;'
αὐτίκα Νικίππαι, τὰν οἱ πόλις ἀράτειραν
δαμοσίαν ἔστασαν, ἐείσατο, γέντο δὲ χειρί
στέμματα καὶ μάκωνα, κατωμαδίαν δ' ἔχε κλαῖδα.
[45] φᾶ δὲ παραψύχοισα κακὸν καὶ ἀναιδέα φῶτα
'τέκνον, ὅτις τὰ θεοῖσιν ἀνειμένα δένδρεα κόπτεις,
τέκνον ἐλίνυσον, τέκνον πολύθεστε τοκεῦσι,
παύεο καὶ θεράποντας ἀπότρεπε, μή τι χαλεφθῆι
πότνια Δαμάτηρ, τᾶς ἱερὸν ἐκκεραΐζεισ'.
[50] τὰν δ' ἄρ' ὑποβλέψας χαλεπώτερον ἠὲ κυναγὸν
ὤρεσιν ἐν Τμαρίοισιν ὑποβλέπει ἄνδρα λέαινα
ὠμοτόκος, τᾶς φαντὶ πέλειν βλοσυρώτατον ὄμμα,
'χάζευ' ἔφα 'μή τοι πέλεκυν μέγαν ἐν χροῒ παξῶ. [π. 52]
ταῦτα δ' ἐμὸν θησεῖ στεγανὸν δόμον, ὧι ἔνι δαῖτας
[55] αἰὲν ἐμοῖς ἑτάροισιν ἄδην θυμαρέας ἀξῶ.'
εἷπεν παῖς, Νέμεσις δὲ κακὰν ἐγράψατο φωνάν.
Δαμάτηρ δ' ἄφατόν τι κοτέσσατο, εἴσατο δ' θεύς:
ἴθματα μὲν χέρσω, κεφαλὰ δέ οἱ ἅψατ' Ὀλύμπω.
οἳ μὲν ἄρ' ἡμιθνῆτες, ἐπεὶ τὰν πότνιαν εἶδον,
[60] ἐξαπίνας ἀπόρουσαν ἐνὶ δρυσὶ χαλκὸν ἀφέντες.
δ' ἄλλως μὲν ἔασεν, ἀναγκαίαι γὰρ ἕποντο
δεσποτικὰν ὑπὸ χεῖρα, βαρὺν δ' ἀπαμείψατ' ἄνακτα
'ναὶ ναί, τεύχεο δῶμα κύον κύον ὧι ἔνι δαῖτας
ποιησεῖς: θαμιναὶ γὰρ ἐς ὕστερον εἰλαπίναι τοι.'
[65] μὲν τόσσ' εἰποῖσ' Ἐρυσίχθονι τεῦχε πονηρά.