Hymns and Epigrams


Hymns and Epigrams
By Callimachus
Edited by: Ulrich von Wilamowitz-Moellendorff

Berlin Weidmann 1897



Perseus Documents Collection Table of Contents



Praefatio novae editionis

*(/Umnoi

ei)s *di/a.

ei)s *apo/llwna.

ei)s *)/artemin.

ei)s *dh=lon.

ei)s *loutra/ th=s *palla/dos.

ei)s *dh/mhtra.

*epigra/mmata.

Praefatio novae editionis

*(/Umnoi

ei)s *di/a.

ei)s *apo/llwna.

ei)s *)/artemin.

ei)s *dh=lon.

ei)s *loutra/ th=s *palla/dos.

ei)s *dh/mhtra.

*epigra/mmata.


Funded by The Annenberg CPB/Project

 

ποεμ 4

εἰς Δῆλον.


Τὴν ἱερήν, θυμέ, τίνα χρόνον πότ' ἀείσεις
Δῆλον, Ἀπόλλωνος κουροτρόφον; μὲν ἅπασαι
Κυκλάδες, αἳ νήσων ἱερώταται εἰν ἁλὶ κεῖνται,
εὔυμνοι: Δῆλος δ' ἐθέλει τὰ πρῶτα φέρεσθαι
[5] ἐκ Μουσέων, ὅτι Φοῖβον ἀοιδάων μεδέοντα
λοῦσέ τε καὶ σπείρωσε καὶ ὡς θεὸν ἤινεσε πρώτη.
ὡς Μοῦσαι τὸν ἀοιδὸν μὴ Πίμπλειαν ἀείσηι
ἔχθουσιν, τὼς Φοῖβος ὅτις Δήλοιο λάθηται.
Δήλωι νῦν οἴμης ἀποδάσσομαι, ὡς ἂν Ἀπόλλων
[10] Κύνθιος αἰνήσηι με φίλης ἀλέγοντα τιθήνης.
κείνη δ' ἠνεμόεσσα καὶ ἄτροπος οἷά θ' ἁλιπλήξ
αἰθυίηις καὶ μᾶλλον ἐπίδρομος ἠέπερ ἵπποις
πόντωι ἐνεστήρικται: δ' ἀμφί πουλὺς ἑλίσσων
Ἰκαρίου πολλὴν ἀπομάσσεται ὕδατος ἄχνην:
[15] τῶι σφε καὶ ἰχθυβολῆες ἁλίπλοοι ἐννάσσαντο.
ἀλλά οἱ οὐ νεμεσητὸν ἐνὶ πρώτηισι λέγεσθαι,
ὁππότ' ἐς Ὠκεανόν τε καὶ ἐς Τιτηνίδα Τηθύν
νῆσοι ἀολλίζονται, ἀεὶ δ' ἔξαρχος ὁδεύει.
δ' ὄπιθεν Φοίνισσα μετ' ἴχνια Κύρνος ὀπηδεῖ
[20] οὐκ ὀνοτὴ καὶ Μάκρις Ἀβαντιὰς Ἐλλοπιήων
Σαρδώ θ' ἱμερόεσσα καὶ ἣν ἐπενήξατο Κύπρις
ἐξ ὕδατος τὰ πρῶτα, σαοῖ δέ μιν ἀντ' ἐπιβάθρων.
κεῖναι μὲν πύργοισι περισκεπέεσσιν ἐρυμναί,
Δῆλος δ' Ἀπόλλωνι: τί δὲ στιβαρώτερον ἕρκος; [π. 35]
[25] τείχεα μὲν καὶ λᾶες ὑπαὶ ῥιπῆς κε πέσοιεν
Στρυμονίου βορέαο: θεὸς δ' ἀεὶ ἀστυφέλικτος:
Δῆλε φίλη, τοῖός σε βοηθόος ἀμφιβέβηκεν.
εἰ δὲ λίην πολέες σε περιτροχόωσιν ἀοιδαί,
ποίηι ἐνιπλέξω σε; τί τοι θυμῆρες ἀκοῦσαι;
[30] ὡς τὰ πρώτιστα μέγας θεὸς οὔρεα θείνων
ἄορι τριγλώχινι, τό οἱ Τελχῖνες ἔτευξαν,
νήσους εἰναλίας εἰργάζετο, νέρθε δ' ἐλάσσας
ἐκ νεάτων ὤχλισσε καὶ εἰσεκύλισε θαλάσσηι;
καὶ τὰς μὲν κατὰ βυσσόν, ἵν' ἠπείροιο λάθωνται,
[35] πρυμνόθεν ἐρρίζωσε: σὲ δ' οὐκ ἔθλιψεν ἀνάγκη,
ἀλλ' ἄφετος πελάγεσσιν ἐπέπλεες, οὔνομα δ' ἦν τοι
Ἀστερίη τὸ παλαιόν, ἐπεὶ βαθὺν ἥλαο τάφρον
οὐρανόθεν φεύγουσα Διὸς γάμον ἀστέρι ἴση.
τόφρα μὲν οὔπω τοι χρυσέη ἐπεμίσγετο Λητώ,
[40] τόφρα δ' ἔτ' Ἀστερίη σὺ καὶ οὐδέπω ἔκλεο Δῆλος.
πολλάκι σε Τροιζῆνος ἀπὸ ξάνθοιο πολίχνης
ἐρχόμενοι Ἐφύρηνδε Σαρωνικοῦ ἔνδοθι κόλπου
ναῦται ἐπεσκέψαντο, καὶ ἐξ Ἐφύρης ἀνιόντες
οἳ μὲν ἔτ' οὐκ ἴδον αὖθι, σὺ δὲ στεινοῖο παρ' ὀξύν
[45] ἔδραμες Εὐρίποιο πόρον καναχηδὰ ῥέοντος,
Χαλκιδικῆς δ' αὐτῆμαρ ἀνηναμένη ἁλὸς ὕδωρ
μέσφ' ἐς Ἀθηναίων προσενήξαο Σούνιον ἄκρον
Χίον νήσοιο διάβροχον ὕδατι μαστόν
Παρθενίης οὔπω γὰρ ἔην Σάμος, ἧχί σε νύμφαι
[50] γείτονες Ἀγκαίου Μυκαλησσίδες ἐξείνισσαν.
ἡνίκα δ' Ἀπόλλωνι γενέθλιον οὖδας ὑπέσχες,
τοῦτό τοι ἀντημοιβὸν ἁλίπλοοι οὔνομ' ἔθεντο,
οὕνεκεν οὐκέτ' ἄδηλος ἐπέπλεες, ἀλλ' ἐνὶ πόντου
κύμασιν Αἰγαίοιο ποδῶν ἐνεθήκαο ῥίζας.
[55] οὐδ' Ἥρην κοτέουσαν ὑπέτρεσας: μὲν ἁπάσαις
δεινὸν ἐπεβρωμᾶτο λεχωίσιν αἳ Διὶ παῖδας [π. 36]
ἐξέφερον, Λητοῖ δὲ διακριδόν, οὕνεκα μούνη
Ζηνὶ τεκεῖν ἤμελλε φιλαίτερον Ἄρεος υἷα.
τῶι ῥα καὶ αὐτὴ μὲν σκοπιὴν ἔχεν αἰθέρος εἴσω
[60] σπερχομένη μέγα δή τι καὶ οὐ φατόν, εἶργε δὲ Λητώ
τειρομένην ὠδῖσι: δύω δέ οἱ εἵατο φρουροί
γαῖαν ἐποπτεύοντες, μὲν πέδον ἠπείροιο
ἥμενος ὑψηλῆς κορυφῆς ἔπι Θρήικος Αἵμου
θοῦρος Ἄρης ἐφύλασσε σὺν ἔντεσι, τὼ δέ οἱ ἵππω
[65] ἑπτάμυχον βορέαο παρὰ σπέος ηὐλίζοντο:
δ' ἐπὶ νησάων ἑτέρη σκοπὸς εὐρειάων
ἧστο κόρη Θαύμαντος ἐπαΐξασα Μίμαντι.
ἔνθ' οἳ μὲν πολίεσσιν ὅσαις ἐπεβάλλετο Λητώ
μίμνον ἀπειλητῆρες, ἀπετρώπων δὲ δέχεσθαι.