The Foreign Wars


The Foreign Wars
By Appian
Edited by: L. Mendelssohn

Leipzig Teubner 1879



Perseus Documents Collection Table of Contents



*e*k *t*h*s *b*a*s*i*l*i*k*h*s.

*e*k *t*h*s *i*t*a*l*i*k*h*s

*e*k *t*h*s *s*a*u*n*i*t*i*k*h*s

*e*k *t*h*s *k*e*l*t*i*k*h*s

*e*k *t*h*s *s*i*k*e*l*i*k*h*s *k*a*i *n*h*s*i*w*t*i*k*h*s

*i*b*h*r*i*k*h

*a*n*n*i*b*a*i*k*h

*l*i*b*u*k*h

*e*k *t*h*s *n*o*m*a*d*i*k*h*s

*e*k *t*h*s *m*a*k*e*d*o*n*i*k*h*s

*i*l*l*u*r*i*k*h

*s*u*r*i*a*k*h

*m*i*q*r*i*d*a*t*e*i*o*s

*e*k *t*h*s *b*a*s*i*l*i*k*h*s.

*e*k *t*h*s *i*t*a*l*i*k*h*s

*e*k *t*h*s *s*a*u*n*i*t*i*k*h*s

*e*k *t*h*s *k*e*l*t*i*k*h*s

*e*k *t*h*s *s*i*k*e*l*i*k*h*s *k*a*i *n*h*s*i*w*t*i*k*h*s

*i*b*h*r*i*k*h

*a*n*n*i*b*a*i*k*h

*l*i*b*u*k*h

*e*k *t*h*s *n*o*m*a*d*i*k*h*s

*e*k *t*h*s *m*a*k*e*d*o*n*i*k*h*s

*i*l*l*u*r*i*k*h

*s*u*r*i*a*k*h

*m*i*q*r*i*d*a*t*e*i*o*s


Funded by The Annenberg CPB/Project

ΜΙΘΡΙΔΑΤΕΙΟΣ

 

ξη. 2 [σεξτ. 8]

Καππαδοκίας δὲ πρὸ μὲν Μακεδόνων οἵτινες ἦρχον, οὐκ ἔχω σαφῶς εἰπεῖν, εἴτε ἰδίαν ἀρχήν, εἴτε Δαρείου κατήκουον: ̓Αλέξανδρος δέ μοι δοκεῖ τοὺς ἄρχοντας τῶνδε τῶν ἐθνῶν ἐπὶ φόρῳ καταλιπεῖν, ἐπειγόμενος ἐπὶ Δαρεῖον. φαίνεται γὰρ καὶ ̓Αμισόν, ἐν Πόντῳ πόλιν ̓Αττικοῦ γένους, ἐπὶ δημοκρατίαν ὡς πάτριόν σφισι πολιτείαν ἀναγαγών. ̔Ιερώνυμος δὲ οὐδ' ἐπιψαῦσαι τῶν ἐθνῶν ὅλως, ἀλλ' ἀνὰ τὴν παράλιον τῆς Παμφυλίας καὶ Κιλικίας ἑτέραν ὁδὸν ἐπὶ τὸν Δαρεῖον τραπέσθαι. Περδίκκας δέ, ὃς ἐπὶ ̓Αλεξάνδρῳ τῆς Μακεδόνων ἦρχεν, ̓Αριαράθην Καππαδοκίας ἡγούμενον, εἴτε ἀφιστάμενον εἴτε τὴν ἀρχὴν αὐτοῦ περιποιούμενος Μακεδόσιν, εἷλε καὶ ἐκρέμασε, καὶ ἐπέστησε τοῖς ἔθνεσιν Εὐμένη τὸν Καρδιανόν. Εὐμένους δὲ ἀναιρεθέντος ὅτε αὐτὸν οἱ Μακεδόνες εἵλοντο εἶναι πολέμιον, ̓Αντίπατρος ἐπὶ τῷ Περδίκκᾳ τῆς ὑπὸ ̓Αλεξάνδρῳ γενομένης γῆς ἐπιτροπεύων, Νικάνορα ἔπεμψε Καππαδοκῶν σατραπεύειν. [σεξτ. 9]

Μακεδόνων δὲ οὐ πολὺ ὕστερον ἐς ἀλλήλους στασιασάντων, ̓Αντίγονος μὲν ἦρχε Συρίας Λαομέδοντα ἐκβαλών, Μιθριδάτης δ' αὐτῷ συνῆν, ἀνὴρ γένους βασιλείου Περσικοῦ. καὶ ̓Αντίγονος ἐνύπνιον ἔδοξε πεδίον σπεῖραι χρυσίῳ, καὶ τὸ χρυσίον ἐκθερίσαντα τὸν Μιθριδάτην ἐς τὸν Πόντον οἴχεσθαι. καὶ μὲν αὐτὸν ἐπὶ τῷδε συλλαβὼν ἐβούλετο ἀποκτεῖναι, δ' ἐξέφυγε σὺν ἱππεῦσιν ἕξ, καὶ φραξάμενός τι χωρίον τῆς Καππαδοκίας, πολλῶν οἱ προσιόντων ἐν τῇδε τῇ Μακεδόνων ἀσχολίᾳ, Καππαδοκίας τε αὐτῆς καὶ τῶν ὁμόρων περὶ τὸν Πόντον ἐθνῶν κατέσχεν, ἐπί τε μέγα τὴν ἀρχὴν προαγαγὼν παισὶ παρέδωκεν. οἱ δ' ἦρχον, ἕτερος μεθ' ἕτερον, ἕως ἐπὶ τὸν ἕκτον ἀπὸ τοῦ πρώτου Μιθριδάτην, ὃς ̔Ρωμαίοις ἐπολέμησεν. τούτου δὲ τοῦ γένους ὄντες οἱ Καππαδοκίας τε καὶ Πόντου βασιλεῖς ἔσθ' ὅτε μοι δοκοῦσι διελεῖν τὴν ἀρχήν, καί οἱ μὲν τοῦ Πόντου κατασχεῖν οἱ δὲ Καππαδοκίας. [σεξτ. 10]

̔́Ο γέ τοι ̔Ρωμαίοις πρῶτος ἐν φιλίᾳ γενόμενος καὶ ναῦς τινὰς ἐπὶ Καρχηδονίους καὶ συμμαχίαν ὀλίγην παρασχών, βασιλεὺς Πόντου, Μιθριδάτης εὐεργέτης ἐπίκλησιν, ὡς ἀλλοτρίαν τὴν Καππαδοκίαν ἐπέδραμεν. καὶ διαδέχεται Μιθριδάτης υἱός, Διόνυσος καὶ εὐπάτωρ ἐπώνυμα ἦν. ̔Ρωμαῖοι δ' αὐτὸν ἐκστῆναι Καππαδοκίας ἐκέλευσαν ̓Αριοβαρζάνῃ, καταφυγόντι τε ἐς αὐτοὺς καὶ δόξαντι ἄρα γνησιωτέρῳ τοῦ Μιθριδάτου πρὸς τὴν Καππαδοκῶν ἀρχήν, καὶ τὸ μέγεθος τῆς ἀρχῆς τοῦ Μιθριδάτου πολλῆς οὔσης ὑφορώμενοί τε καὶ ἐς πλέονα διαιροῦντες ἀφανῶς. δὲ τοῦτο μὲν ἤνεγκε, Νικομήδει δὲ τῷ Νικομήδους τοῦ Προυσίου, Βιθυνίας ὡς πατρῴας ὑπὸ ̔Ρωμαίων ἀποδειχθέντι βασιλεύειν, Σωκράτη τὸν ἀδελφὸν αὐτοῦ Νικομήδους, ὅτῳ χρηστὸς ἐπώνυμον ἦν, μετὰ στρατιᾶς ἐπέμψε: καὶ τὴν Βιθυνῶν ἀρχὴν Σωκράτης ἐς αὑτὸν περιέσπασεν. τοῦ δ' αὐτοῦ χρόνου Μιθράας καὶ Βαγώας ̓Αριοβαρζάνη τόνδε τὸν ὑπὸ ̔Ρωμαίων κατηγμένον ἐς τὴν Καππαδοκίαν ἐκβαλόντες, ̓Αριαράθην κατήγαγον ἐς αὐτήν. [σεξτ. 11]

̔Ρωμαῖοι δὲ Νικομήδην ὁμοῦ καὶ ̓Αριοβαρζάνην ἐπανῆγον ἐς τὴν οἰκείαν ἑκάτερον, πρέσβεις τέ τινας αὐτοῖς ἐς τοῦτο συνέπεμψαν, ὧν Μάνιος ̓Ακύλιος ἡγεῖτο: καὶ συλλαβεῖν ἐς τὴν κάθοδον ἐπέστειλαν Λευκίῳ τε Κασσίῳ, τῆς περὶ τὸ Πέργαμον ̓Ασίας ἡγουμένῳ, στρατιὰν ἔχοντι ὀλίγην, καὶ τῷδε τῷ εὐπάτορι Μιθριδάτῃ. ἀλλ' μὲν αὐτῆς τε Καππαδοκίας ἕνεκα ̔Ρωμαίοις ἐπιμεμφόμενος, καὶ Φρυγίαν ἔναγχος ὑπ' αὐτῶν ἀφῃρημένος, ὡς διὰ τῆς ̔Ελληνικῆς γραφῆς δεδήλωται, οὐ συνέπραττε: Κάσσιος δὲ καὶ Μάνιος τῷ τε Κασσίου στρατῷ, καὶ πολὺν ἄλλον ἀγείραντες Γαλατῶν καὶ Φρυγῶν, Νικομήδη τε κατήγαγον ἐς Βιθυνίαν καὶ ̓Αριοβαρζάνην ἐς Καππαδοκίαν. εὐθύς τε ἀνέπειθον ἄμφω, γείτονας ὄντας Μιθριδάτου, τὴν γῆν τὴν Μιθριδάτου κατατρέχειν καὶ ἐς πόλεμον ἐρεθίζειν, ὡς ̔Ρωμαίων αὐτοῖς πολεμοῦσι συμμαχησόντων. οἱ δὲ ὤκνουν μὲν ὁμοίως ἑκάτερος γείτονος πολέμου τοσοῦδε κατάρξαι, τὴν Μιθριδάτου δύναμιν δεδιότες: ἐγκειμένων δὲ τῶν πρέσβεων, Νικομήδης πολλὰ μὲν ὑπὲρ τῆς ἐπικουρίας τοῖς στρατηγοῖς καὶ τοῖς πρέσβεσιν ὡμολογηκὼς χρήματα δώσειν καὶ ἔτι ὀφείλων, πολλὰ δ' ἄλλα παρὰ τῶν ἑπομένων ̔Ρωμαίων δεδανεισμένος καὶ ὀχλούμενος, ἄκων ἐσέβαλεν ἐς τὴν Μιθριδάτου γῆν καὶ ἐλεηλάτησεν ἐπὶ πόλιν ̓́Αμαστριν, οὐδενὸς οὔτε κωλύοντος αὐτὸν οὔτε ἀπαντῶντος. γάρ τοι Μιθριδάτης ἑτοίμην ἔχων δύναμιν ὅμως ὑπεχώρει, πολλὰ καὶ δίκαια διδοὺς ἐγκλήματα τῷ πολέμῳ γενέσθαι. [σεξτ. 12]

̓Αναζεύξαντος δὲ τοῦ Νικομήδους μετὰ πολλῶν λαφύρων, Πελοπίδαν Μιθριδάτης ἔπεμπεν ἐς τοὺς ̔Ρωμαίων στρατηγούς τε καὶ πρέσβεις, οὐκ ἀγνοῶν μὲν αὐτοὺς πολεμησείοντας αὑτῷ καὶ τῆσδε τῆς ἐσβολῆς αἰτίους γεγονότας, ὑποκρινόμενος δέ, καὶ πλείονας ὁμοῦ καὶ εὐπρεπεστέρας αἰτίας τοῦ γενησομένου πολέμου πορίζων, ἀνεμίμνησκε φιλίας καὶ συμμαχίας ἰδίας τε καὶ πατρῴας. ἀνθ' ὧν αὐτὸν Πελοπίδας ἔφη Φρυγίαν ἀφῃρῆσθαι καὶ Καππαδοκίαν, τὴν μὲν ἀεὶ τῶν προγόνων αὐτοῦ γενομένην καὶ ὑπὸ τοῦ πατρὸς ἀναληφθεῖσαν, Φρυγίαν δὲ ἐπινίκιον ἐπὶ ̓Αριστονίκῳ παρὰ τοῦ ὑμετέρου στρατηγοῦ δοθεῖσάν τε καὶ οὐχ ἧσσον παρὰ τοῦ αὐτοῦ στρατηγοῦ πολλῶν χρημάτων ἐωνημένην. "νῦν δ'," ἔφη, "καὶ Νικομήδη τὸ στόμα τοῦ Πόντου διακλείοντα περιορᾶτε, καὶ τὴν γῆν μέχρι ̓Αμάστριδος ἐπιτρέχοντα, καὶ λείαν ἄγοντα ὅσην ἴστε ἀκριβῶς, οὐκ ἀσθενῶς οὐδὲ ἀνετοίμως ἔχοντος πρὸς ἄμυναν τοῦ ἐμοῦ βασιλέως, ἀλλ' ἀναμένοντος ὑμᾶς ἐν ὄψει μάρτυρας τῶν γιγνομένων γενέσθαι. ἐπειδὴ δὲ ἐγένεσθέ τε καὶ εἴδετε, παρακαλεῖ Μιθριδάτης, φίλος ὢν ὑμῖν καὶ σύμμαχος, φίλους ὄντας ὑμᾶς καὶ συμμάχους ̔ὧδε γὰρ αἱ συνθῆκαι λέγουσιν̓, ἐπικουρεῖν ἡμῖν ἀδικουμένοις ὑπὸ Νικομήδους, κωλύειν αὐτὸν ἀδικοῦντα." [σεξτ. 13]

̔Ο μὲν τοιαῦτα εἶπε, Νικομήδους δὲ πρέσβεις ἐς ἀντιλογίαν αὐτῷ παρόντες ἔφασαν: "Νικομήδει μὲν ἐκ πολλοῦ Μιθριδάτης ἐπιβουλεύων Σωκράτη μετὰ στρατιᾶς ἐπὶ τὴν βασιλείαν ἐπῆγεν, ἡσυχάζοντα καὶ δικαιοῦντα τὸν πρεσβύτερον ἄρχειν. καὶ ὧδε Μιθριδάτης ἐς Νικομήδην ἔπραξεν, ὃν ὑμεῖς, ̔Ρωμαῖοι, Βιθυνῶν ἐστήσασθε βασιλεύειν: καὶ δῆλόν ἐστιν οὐκ ἐς ἡμᾶς μᾶλλον ἐς ὑμᾶς γεγονέναι. τῷ δ' αὐτῷ λόγῳ κεκελευκότων ὑμῶν τοῖς ἐν ̓Ασίᾳ βασιλεῦσι τῆς Εὐρώπης μηδὲ ἐπιβαίνειν, τὰ πολλὰ Χερρονήσου περιέσπασεν. καὶ τάδε μὲν ἔστω τῆς ἐς ὑμᾶς ὕβρεώς τε καὶ δυσμενείας αὐτοῦ καὶ ἀπειθείας ἔργα: παρασκευὴ δὲ ὅση, καὶ πᾶσα ἕτοιμος ὡς ἐπὶ μέγαν δὴ καὶ ἐγνωσμένον πόλεμον ἤδη, τοῦ τε ἰδίου στρατοῦ καὶ συμμάχων Θρᾳκῶν καὶ Σκυθῶν, ὅσα τε ἄλλα πλησίον ἔθνη. ἐς δὲ τὸν ̓Αρμένιον αὐτῷ καὶ ἐπιγαμία γέγονε, καὶ ἐς Αἴγυπτον καὶ Συρίαν περιπέμπει προσεταιριζόμενος τοὺς βασιλέας. νῆές τε εἰσὶν αὐτῷ κατάφρακτοι τριακόσιαι, καὶ ἑτέρας προσαπεργάζεται: ἐπί τε πρῳρέας καὶ κυβερνήτας ἐς Φοινίκην καὶ ἐς Αἴγυπτον περιέπεμψεν. ἅπερ οὐκ ἐπὶ Νικομήδει που, τοσάδε ὄντα, ἀλλ' ἐφ' ὑμῖν, ̔Ρωμαῖοι, Μιθριδάτης, ἐργάζεται, δυσμεναίνων μὲν ἐξ οὗ Φρυγίαν αὐτὸν πανούργως πριάμενον, καὶ δεκάσαντα τῶν ὑμετέρων τινὰ στρατηγῶν, ἀποθέσθαι προσετάξατε, τῆς οὐ δικαίας κτήσεως καταγνόντες, χαλεπαίνων δ' ἐπὶ Καππαδοκία, δεδομένῃ καὶ τῇδε πρὸς ὑμῶν ̓Αριοβαρζάνῃ, δεδιὼς δ' αὐξομένους ὑμᾶς, καὶ παρασκευαζόμενος ἐν τῇ καθ' ἡμᾶς προφάσει καὶ ὑμῖν, εἰ δύναιτο, ἐπιθέσθαι. σωφρόνων δ' ἐστὶ μὴ περιμένειν ὅτε πολεμεῖν ὑμῖν ὁμολογήσει, ἀλλ' ἐς τὰ ἔργα αὐτοῦ μᾶλλον τοὺς λόγους ἀφορᾶν μηδὲ φιλίας ὄνομα ἐπίπλαστον ὑποκρινομένῳ τοὺς ἀληθεῖς καὶ βεβαίους ἐκδοῦναι φίλους, μηδὲ τὴν σφετέραν περὶ τῆς ἡμετέρας βασιλείας κρίσιν ὑπεριδεῖν ἀκυρουμένην ὑπ' ἀνδρὸς ὁμοίως ἡμῖν τε καὶ ὑμῖν ἐχθροῦ." [σεξτ. 14]

̔̂Ωδε μὲν καὶ οἱ Νικομήδους ἔλεξαν: ἐπελθὼν δὲ αὖθις Πελοπίδας ἐς τὸ τῶν ̔Ρωμαίων συνέδριον περὶ μὲν τῶν πάλαι γεγονότων, εἴ τι Νικομήδης ἐπιμέμφοιτο, δικάσαι ̔Ρωμαίους ἠξίου, τὰ δὲ νῦν ̔ἐν ὄψει γὰρ ὑμῶν γέγονε, τῆς τε γῆς τῆς Μιθριδάτου δῃουμένης καὶ τῆς θαλάττης ἀποκεκλεισμένης καὶ λείας τοσῆσδε ἐλαυνομένησ̓ οὐ λόγων ἔφη χρῄζειν οὐδὲ κρίσεως, "ἀλλ' αὖθις ὑμᾶς παρακαλοῦμεν κωλύειν τὰ γιγνόμενα Μιθριδάτῃ συμμαχεῖν ἀδικουμένῳ, τελευταῖον, ἄνδρες ̔Ρωμαῖοι, μηδὲ κωλύειν ἀμυνόμενον, ἀλλ' ἀμφοῖν ἐκστῆναι τοῦ πόνοῦ." τοσαῦτα τοῦ Πελοπίδου παλιλλογήσαντος, ἔγνωστο μὲν ἐκ πολλοῦ τοῖς ̔Ρωμαίων στρατηγοῖς ἐπικουρεῖν Νικομήδει, καὶ ἐς ὑπόκρισιν τῆς ἀντιλογίας ἠκροῶντο: τὰ δὲ εἰρημένα ὅμως ὑπὸ τοῦ Πελοπίδου, καὶ τὴν τοῦ Μιθριδάτου φιλίαν ἐνσύνθηκον ἔτι οὖσαν, αἰδούμενοι ἠπόρουν ἀποκρίσεως ἐπὶ πολύ, μέχρι ἐπιστήσαντες μετὰ σοφίας ὧδε ἀπεκρίναντο. "οὔτε Μιθριδάτην ἄν τι βουλοίμεθα πάσχειν ἄχαρι πρὸς Νικομήδους, οὔτε Νικομήδους ἀνεξόμεθα πολεμουμένου: οὐ γὰρ ἡγούμεθα ̔Ρωμαίοις συμφέρειν βλάπτεσθαι Νικομήδη." ταῦτα δ' εἰπόντες τὸν Πελοπίδαν, βουλόμενον διελέγχειν τῆς ἀποκρίσεως τὴν ἀπορίαν, ἀπέπεμψαν ἐκ τοῦ συνεδρίου.