The Foreign Wars


The Foreign Wars
By Appian
Edited by: L. Mendelssohn

Leipzig Teubner 1879



Perseus Documents Collection Table of Contents



*e*k *t*h*s *b*a*s*i*l*i*k*h*s.

*e*k *t*h*s *i*t*a*l*i*k*h*s

*e*k *t*h*s *s*a*u*n*i*t*i*k*h*s

*e*k *t*h*s *k*e*l*t*i*k*h*s

*e*k *t*h*s *s*i*k*e*l*i*k*h*s *k*a*i *n*h*s*i*w*t*i*k*h*s

*i*b*h*r*i*k*h

*a*n*n*i*b*a*i*k*h

*l*i*b*u*k*h

*e*k *t*h*s *n*o*m*a*d*i*k*h*s

*e*k *t*h*s *m*a*k*e*d*o*n*i*k*h*s

*i*l*l*u*r*i*k*h

*s*u*r*i*a*k*h

*m*i*q*r*i*d*a*t*e*i*o*s

*e*k *t*h*s *b*a*s*i*l*i*k*h*s.

*e*k *t*h*s *i*t*a*l*i*k*h*s

*e*k *t*h*s *s*a*u*n*i*t*i*k*h*s

*e*k *t*h*s *k*e*l*t*i*k*h*s

*e*k *t*h*s *s*i*k*e*l*i*k*h*s *k*a*i *n*h*s*i*w*t*i*k*h*s

*i*b*h*r*i*k*h

*a*n*n*i*b*a*i*k*h

*l*i*b*u*k*h

*e*k *t*h*s *n*o*m*a*d*i*k*h*s

*e*k *t*h*s *m*a*k*e*d*o*n*i*k*h*s

*i*l*l*u*r*i*k*h

*s*u*r*i*a*k*h

*m*i*q*r*i*d*a*t*e*i*o*s


Funded by The Annenberg CPB/Project

 

ΙΒΗΡΙΚΗ



ξη. 1 [σεξτ. 1]

Ορος ἐστὶ Πυρήνη διῆκον ἀπὸ τῆς Τυρρηνικῆς θαλάσσης ἐπὶ τὸν βόρειον ὠκεανόν, οἰκοῦσι δ' αὐτοῦ πρὸς μὲν ἕω Κελτοί, ὅσοι Γαλάται τε καὶ Γάλλοι νῦν προσαγορεύονται, πρὸς δὲ δύσεων ̓́Ιβηρές τε καὶ Κελτίβηρες, ἀρχόμενοι μὲν ἀπὸ τοῦ Τυρρηνικοῦ πελάγους, περιιόντες δ' ἐν κύκλῳ διὰ τῶν ̔Ηρακλείων στηλῶν ἐπὶ τὸν βόρειον ὠκεανόν. οὕτως ἐστὶν ̓Ιβηρία περίκλυστος, ὅτι μὴ τῇ Πυρήνῃ μόνῃ, μεγίστῳ τῶν Εὐρωπαίων ὀρῶν καὶ ἰθυτάτῳ σχεδὸν ἁπάντων: τοῦ δὲ περίπλου τοῦδε τὸ μὲν Τυρρηνικὸν πέλαγος διαπλέουσιν ἐπὶ τὰς στήλας τὰς ̔Ηρακλείους, τὸν δ' ἑσπέριον καὶ τὸν βόρειον ὠκεανὸν οὐ περῶσιν, ὅτι μὴ πορθμεύεσθαι μόνον ἐπὶ Βρεττανούς, καὶ τοῦτς ταῖς ἀμπώτεσι τοῦ πελάγους συμφερόμενοι: ἔστι δ' αὐτοῖς διάπλους ἥμισυ ἡμέρας, καὶ τὰ λοιπὰ οὔτε ̔Ρωμαῖοι οὔτε τὰ ἔθνη τὰ ὑπὸ ̔Ρωμαίοις πειρῶνται τοῦδε τοῦ ὠκεανοῦ. μέγεθος δὲ τῆς ̓Ιβηρίας, τῆς ̔Ισπανίας νῦν ὑπὸ τινῶν ἀντὶ ̓Ιβηρίας λεγομένης, ἐστὶ πολὺ καὶ ἄπιστον ὡς ἐν χώρᾳ μιᾷ, ὅπου τὸ πλάτος μυρίους σταδίους ἀριθμοῦσι, καὶ ἔστιν αὐτῇ τὸ πλάτος ἀντὶ μήκους. ἔθνη τε πολλὰ καὶ πολυώνυμα αὐτὴν οἰκεῖ, καὶ ποταμοὶ πολλοὶ ῥέουσι ναυσίποροι. [σεξτ. 2]

Οἵ τινες δ' αὐτὴν οἰκῆσαι πρῶτοι νομίζονται, καὶ οἳ μετ' ἐκείνους κατέσχον, οὐ πάνυ μοι ταῦτα φροντίζειν ἀρέσκει, μόνα τὰ ̔Ρωμαίων συγγράφοντι, πλὴν ὅτι Κελτοί μοι δοκοῦσί ποτε, τὴν Πυρήνην ὑπερβάντες, αὐτοῖς συνοικῆσαι, ὅθεν ἄρα καὶ τὸ Κελτιβήρων ὄνομα ἐρρύη. δοκοῦσι δέ μοι καὶ Φοίνικες, ἐς ̓Ιβηρίαν ἐκ πολλοῦ θαμινὰ ἐπ' ἐμπορίᾳ διαπλέοντες, οἰκῆσαί τινα τῆς ̓Ιβηρίας, ̔́Ελληνές τε ὁμοίως, ἐς Ταρτησσὸν καὶ ̓Αργανθώνιον Ταρτησσοῦ βασιλέα πλέοντες, ἐμμεῖναι καὶ τῶνδέ τινες ἐν ̓Ιβηρίᾳ: γὰρ ̓Αργανθωνίου βασιλεία ἐν ̓́Ιβηρσιν ἦν. καὶ Ταρτησσός μοι δοκεῖ τότε εἶναι πόλις ἐπὶ θαλάσσης, νῦν Καρπησσὸς ὀνομάζεται. τό τε τοῦ ̔Ηρακλέους ἱερὸν τὸ ἐν στήλαις Φοίνικές μοι δοκοῦσιν ἱδρύσασθαι: καὶ θρησκεύεται νῦν ἔτι φοινικικῶς, τε θεὸς αὐτοῖς οὐχ Θηβαῖός ἐστιν ἀλλ' Τυρίων. ταῦτα μὲν δὴ τοῖς παλαιολογοῦσι μεθείσθω. [σεξτ. 3]

Τὴν δὲ γῆν τήνδε εὐδαίμονα οὖσαν καὶ μεγάλων ἀγαθῶν γέμουσαν Καρχηδόνιοι πρὸ ̔Ρωμαίων ἤρξαντο πολυπραγμονεῖν, καὶ μέρος αὐτῆς τὸ μὲν εἶχον ἤδη, τὸ δ' ἐπόρθουν, μέχρι ̔Ρωμαῖοι σφᾶς ἐκβαλόντες, μὲν εἶχον οἱ Καρχηδόνιοι τῆς ̓Ιβηρίας, ἔσχον αὐτίκα, τὰ δὲ λοιπὰ σὺν χρόνῳ πολλῷ καὶ πόνῳ λαμβανόμενά τε ὑπὸ σφῶν καὶ πολλάκις ἀφιστάμενα χειρωσάμενοι διεῖλον ἐς τρία, καὶ στρατηγοὺς ἐς αὐτὰ πέμπουσι τρεῖς. ὅπως δ' εἷλον ἕκαστα, καὶ ὅπως Καρχηδονίοις τε περὶ αὐτῶν καὶ μετὰ Καρχηδονίους ̓́Ιβηρσι καὶ Κελτίβηρσιν ἐπολέμησαν, δηλώσει τόδε τὸ βιβλίον, μοῖραν μὲν ἐς Καρχηδονίους τὴν πρώτην ἔχον: ὅτι δὲ καὶ τοῦτο περὶ ̓Ιβηρίας ἦν, ἀνάγκη μοι συνενεγκεῖν ἐς τὴν ̓Ιβηρικὴν συγγραφὴν ἐγένετο, λόγῳ καὶ τὰ περὶ Σικελίας ̔Ρωμαίοις καὶ Καρχηδονίοις ἐς ἀλλήλους γενόμενα, ἀρξάμενα ̔Ρωμαίοις τῆς ἐς Σικελίαν παρόδου τε καὶ ἀρχῆς ἐς τὴν Σικελικὴν συνενήνεκται γραφήν. [σεξτ. 4]

Πρὸς γὰρ δὴ Καρχηδονίους ̔Ρωμαίοις πρῶτος ἐγένετο πόλεμος ἔκδημος περὶ Σικελίας ἐν αὐτῇ Σικελίᾳ, καὶ δεύτερος ὅδε περὶ ̓Ιβηρίας ἐν ̓Ιβηρίᾳ, ἐν καὶ ἐς τὴν ἀλλήλων μεγάλοις στρατοῖς διαπλέοντες οἱ μὲν τὴν ̓Ιταλίαν, οἱ δὲ τὴν Λιβύην ἐπόρθουν. ἤρξαντο δὲ αὐτοῦ μεθ' ἑκατὸν καὶ τεσσαράκοντα ὀλυμπιάδας μάλιστα, ὅτε τὰς σπονδὰς ἔλυσαν αἳ ἐπὶ τῷ Σικελικῷ πολέμῳ σφίσιν ἦσαν γενόμεναι. ἔλυσαν δ' ἐκ τοιᾶσδε προφάσεως.

̓Αμίλχαρ Βάρκας ἐπίκλησιν, ὅτε περ ἐν Σικελίᾳ Καρχηδονίων ἐστρατήγει, Κελτοῖς τότε μισθοφοροῦσίν οἱ καὶ Λιβύων τοῖς συμμαχοῦσι πολλὰς δωρεὰς ὑπέσχητο δώσειν, ἅς, ἐπειδὴ ἐπανῆλθεν ἐς Λιβύην, ἀπαιτούντων ἐκείνων Λιβυκὸς Καρχηδονίοις ἐξῆπτο πόλεμος, ἐν πολλὰ μὲν πρὸς αὐτῶν Λιβύων ἔπαθον οἱ Καρχηδόνιοι, Σαρδόνα δὲ ̔Ρωμαίοις ἔδοσαν ποινὴν ὧν ἐς τοὺς ἐμπόρους αὐτῶν ἡμαρτήκεσαν ἐν τῷδε τῷ Λιβυκῷ πολέμῳ. ὑπαγόντων οὖν ἐπὶ τοῖσδε τὸν Βάρκαν τῶν ἐχθρῶν ἐς κρίσιν ὡς αἴτιον τῇ πατρίδι τοσῶνδε συμφορῶν γενόμενον, θεραπεύσας Βάρκας τοὺς πολιτευομένους, ὧν ἦν δημοκοπικώτατος ̓Ασδρούβας τὴν αὐτοῦ Βάρκα θυγατέρα ἔχων, τάς τε δίκας διεκρούετο, καὶ Νομάδων τινὸς κινήματος γενομένου στρατηγὸς ἔπραξεν ἐπ' αὐτοὺς αἱρεθῆναι μετ' ̓́Αννωνος τοῦ μεγάλου λεγομένου, ἔτι τὰς εὐθύνας τῆς προτέρας στρατηγίας ὀφείλων. [σεξτ. 5]

Παυομένου δὲ τοῦ πολέμου, καὶ ̓́Αννωνος ἐπὶ διαβολαῖς ἐς Καρχηδόνα μεταπέμπτου γενομένου, μόνος ὢν ἐπὶ στρατῷ, καὶ τὸν κηδεστὴν ̓Ασδρούβαν ἔχων οἱ συνόντα, διῆλθεν ἐπὶ Γάδειρα, καὶ τὸν πορθμὸν ἐς ̓Ιβηρίαν περάσας ἐλεηλάτει τὰ ̓Ιβήρων οὐδὲν ἀδικούντων, ἀφορμὴν αὑτῷ ποιούμενος ἀποδημίας τε καὶ ἔργων καὶ δημοκοπίας ̔ὅσα γὰρ λάβοι διῄρει, καὶ τὰ μὲν ἐς τὸν στρατὸν ἀνάλισκεν, ἵνα προθυμότερον αὐτῷ συναδικοῖεν, τὰ δ' ἐς αὐτὴν ἔπεμπε Καρχηδόνα, τὰ δὲ τοῖς ὑπὲρ αὐτοῦ πολιτευομένοις διεδίδοὐ, μέχρι ̓Ιβήρων αὐτὸν οἵ τε βασιλεῖς συστάντες οἱ κατὰ μέρος, καὶ ὅσοι ἄλλοι δυνατοί, κτείνουσιν ὧδε. ξύλων ἁμάξας ἄγοντες, αἷς βοῦς ὑπέζευξαν, εἵποντο ταῖς ἁμάξαις ὡπλισμένοι. τοῖς δὲ Λίβυσιν ἰδοῦσιν εὐθὺς μὲν ἐνέπιπτε γέλως, οὐ συνιεῖσι τοῦ στρατηγήματος: ὡς δ' ἐν χερσὶν ἐγένοντο, οἱ μὲν ̓́Ιβηρες αὐταῖς βουσὶν ἐξῆψαν τὰς ἁμάξας καὶ ἐξώτρυναν ἐς τοὺς πολεμίους, τὸ δὲ πῦρ σκιδναμένων τῶν βοῶν πάντῃ φερόμενον ἐτάρασσε τοὺς Λίβυας. καὶ τῆς τάξεως διαλυθείσης, οἱ ̓́Ιβηρες αὐτοῖς ἐπιδραμόντες αὐτόν τε τὸν Βάρκαν καὶ πολὺ πλῆθος ἀμυνομένων ἐπ' αὐτῷ διέφθειραν.