The Foreign Wars


The Foreign Wars
By Appian
Edited by: L. Mendelssohn

Leipzig Teubner 1879



Perseus Documents Collection Table of Contents



*e*k *t*h*s *b*a*s*i*l*i*k*h*s.

*e*k *t*h*s *i*t*a*l*i*k*h*s

*e*k *t*h*s *s*a*u*n*i*t*i*k*h*s

*e*k *t*h*s *k*e*l*t*i*k*h*s

*e*k *t*h*s *s*i*k*e*l*i*k*h*s *k*a*i *n*h*s*i*w*t*i*k*h*s

*i*b*h*r*i*k*h

*a*n*n*i*b*a*i*k*h

*l*i*b*u*k*h

*e*k *t*h*s *n*o*m*a*d*i*k*h*s

*e*k *t*h*s *m*a*k*e*d*o*n*i*k*h*s

*i*l*l*u*r*i*k*h

*s*u*r*i*a*k*h

*m*i*q*r*i*d*a*t*e*i*o*s

*e*k *t*h*s *b*a*s*i*l*i*k*h*s.

*e*k *t*h*s *i*t*a*l*i*k*h*s

*e*k *t*h*s *s*a*u*n*i*t*i*k*h*s

*e*k *t*h*s *k*e*l*t*i*k*h*s

*e*k *t*h*s *s*i*k*e*l*i*k*h*s *k*a*i *n*h*s*i*w*t*i*k*h*s

*i*b*h*r*i*k*h

*a*n*n*i*b*a*i*k*h

*l*i*b*u*k*h

*e*k *t*h*s *n*o*m*a*d*i*k*h*s

*e*k *t*h*s *m*a*k*e*d*o*n*i*k*h*s

*i*l*l*u*r*i*k*h

*s*u*r*i*a*k*h

*m*i*q*r*i*d*a*t*e*i*o*s


Funded by The Annenberg CPB/Project

 

ΣΥΡΙΑΚΗ



ξη. 1 [σεξτ. 1]

̓Αντίοχος Σελεύκου τοῦ ̓Αντιόχου, Σύρων καὶ Βαβυλωνίων καὶ ἑτέρων ἐθνῶν βασιλεύς, ἕκτος δὲ ἀπὸ Σελεύκου τοῦ μετ' ̓Αλέξανδρον ̓Ασίας τῆς περὶ Εὐφράτην βεβασιλευκότος, ἐσβαλὼν ἐς Μηδίαν τε καὶ Παρθυηνὴν καὶ ἕτερα ἔθνη ἀφιστάμενα ἔτι πρὸ αὐτοῦ, καὶ πολλὰ καὶ μεγάλα δράσας, καὶ μέγας ̓Αντίοχος ἀπὸ τοῦδε κληθείς, ἐπαιρόμενος τοῖς γεγονόσι καὶ τῇ δι' αὐτὰ προσωνυμίᾳ, Συρίαν τε τὴν κοίλην καὶ Κιλικίας ἔστιν Πτολεμαίου τοῦ φιλοπάτορος, Αἰγύπτου βασιλέως ἔτι παιδὸς ὄντος, ἐπιδραμὼν περιέσπασε, καὶ μικρὸν οὐδὲν ἐνθυμούμενος ̔Ελλησποντίους ἐπῄει καὶ Αἰολέας καὶ ̓́Ιωνας ὡς οἷ προσήκοντας ἄρχοντι τῆς ̓Ασίας, ὅτι καὶ πάλαι τῶν τῆς ̓Ασίας βασιλέων ὑπήκουον. ἔς τε τὴν Εὐρώπην διαπλεύσας Θρᾴκην ὑπήγετο καὶ τὰ ἀπειθοῦντα ἐβιάζετο, Χερρόνησόν τε ὠχύρου, καὶ Λυσιμάχειαν ᾤκιζεν, ἣν Λυσίμαχος μὲν Θρᾴκης ἐπὶ ̓Αλεξάνδρῳ βασιλεύσας ἔκτισεν ἐπιτείχισμα τοῖς Θρᾳξὶν εἶναι, οἱ Θρᾷκες δ' ἀποθανόντος τοῦ Λυσιμάχου καθῃρήκεσαν. καὶ ̓Αντίοχος συνῴκιζε, τούς τε φεύγοντας τῶν Λυσιμαχέων κατακαλῶν, καὶ εἴ τινες αὐτῶν αἰχμάλωτοι γεγονότες ἐδούλευον ὠνούμενος, καὶ ἑτέρους προσκαταλέγων, καὶ βοῦς καὶ πρόβατα καὶ σίδηρον ἐς γεωργίαν ἐπιδιδούς, καὶ οὐδὲν ἐλλείπων ἐς ταχεῖαν ἐπιτειχίσματος ὁρμήν: πάνυ γὰρ αὐτῷ τὸ χωρίον ἐφαίνετο λαμπρῶς ἔχειν ἐπὶ ὅλῃ Θρᾴκῃ, καὶ ταμιεῖον εὔκαιρον ἐς τὰ λοιπὰ ὧν ἐπενόει πάντων ἔσεσθαι. [σεξτ. 2]

Ταῦτα δ' αὐτῷ διαφορᾶς φανερᾶς καὶ πρὸς ̔Ρωμαίους ἦρξεν. ὡς γὰρ δὴ μετῄει τὰς τῇδε ̔Ελληνίδας πόλεις, οἱ μὲν πλέονες αὐτῷ προσετίθεντο καὶ φρουρὰς ἐσεδέχοντο δέει τῷ τῆς ἁλώσεως, Σμυρναῖοι δὲ καὶ Λαμψακηνοὶ καὶ ἕτεροι ἔτι ἀντέχοντες ἐπρεσβεύοντο ἐς Φλαμινῖνον τὸν ̔Ρωμαίων στρατηγόν, ἄρτι Φιλίππου τοῦ Μακεδόνος μεγάλῃ μάχῃ περὶ Θετταλίαν κεκρατηκότα: ἐγίγνετο γὰρ δὴ καὶ τὰ Μακεδόνων καὶ τὰ ̔Ελλήνων ἐπίμικτα ἀλλήλοις ἀνὰ μέρη καὶ χρόνους, ὥς μοι ἐν τῇ ̔Ελληνικῇ γραφῇ δεδήλωται. καὶ γίγνονταί τινες ̓Αντιόχῳ καὶ Φλαμινίνῳ διαπρεσβεύσεις τε ἐς ἀλλήλους καὶ ἀπόπειραι ἀτελεῖς. ἐκ πολλοῦ δὲ οἱ ̔Ρωμαῖοι καὶ ̓Αντίοχος ὑπόπτως εἶχον ἀλλήλοις, οἱ μὲν οὐκ ἀτρεμήσειν ὑπολαμβάνοντες ̓Αντίοχον ἐπαιρόμενον ἀρχῆς τε μεγέθει καὶ εὐπραξίας ἀκμῇ, δὲ ̔Ρωμαίους οἱ μόνους αὐξομένῳ μάλιστα ἐμποδὼν ἔσεσθαι, καὶ κωλύσειν ἐς τὴν Εὐρώπην περαιούμενον. οὐδενὸς δέ πω φανεροῦ γεγονότος αὐτοῖς ἐς ἔχθραν ἀφίκοντο πρέσβεις ἐς ̔Ρώμην παρὰ Πτολεμαίου τοῦ φιλοπάτορος, αἰτιωμένου Συρίαν τε καὶ Κιλικίαν ̓Αντίοχον αὐτὸν ὑφελέσθαι. καὶ οἱ ̔Ρωμαῖοι τῆς ἀφορμῆς ἐπέβαινον ἄσμενοι, κατὰ καιρὸν σφίσι γενομένης, καὶ πρέσβεις ἐς τὸν ̓Αντίοχον ἔστελλον, οἳ λόγῳ μὲν ἔμελλον συναλλάξειν Πτολεμαῖον ̓Αντιόχῳ, ἔργῳ δὲ κατασκέψεσθαι τὴν ὁρμὴν ̓Αντιόχου καὶ κωλύσειν ὅσα δύναιντο. [σεξτ. 3]

Τούτων δὴ τῶν πρέσβεων Γναῖος ἡγούμενος ἠξίου τὸν ̓Αντίοχον Πτολεμαίῳ μέν, ὄντι ̔Ρωμαίων φίλῳ, συγχωρεῖν ἄρχειν ὅσων πατὴρ αὐτῷ κατέλιπε, τὰς δ' ἐν ̓Ασίᾳ πόλεις, ὧν Φίλιππος Μακεδὼν ἦρχεν, αὐτονόμους ἐᾶν: οὐ γὰρ εἶναι δίκαιον ̓Αντίοχον κρατεῖν ὧν Φίλιππον ἀφείλοντο ̔Ρωμαῖοι. ὅλως δ' ἀπορεῖν ἔφη τί τοσοῦτον στόλον ̓Αντίοχος καὶ τοσαύτην στρατιὰν ἄγων ἄνωθεν ἐκ Μήδων ἔλθοι τῆς ̓Ασίας ἐπὶ θάλασσαν, ἔς τε τὴν Εὐρώπην ἐσβάλοι, καὶ πόλεις ἐν αὐτῇ κατασκευάζοιτο, καὶ Θρᾴκην ὑπάγοιτο, εἰ μὴ ταῦτά ἐστιν ἑτέρου πολέμου θεμέλια. δ' ἀπεκρίνατο Θρᾴκην μέν, τῶν προγόνων αὑτοῦ γενομένην τε καὶ δι' ἀσχολίας ἐκπεσοῦσαν, αὐτὸς ἐπὶ σχολῆς ὢν ἀναλαμβάνειν, καὶ Λυσιμάχειαν ἐγείρειν οἰκητήριον Σελεύκῳ τῷ παιδὶ εἶναι, τὰς δ' ἐν ̓Ασίᾳ πόλεις αὐτονόμους ἐάσειν, εἰ τὴν χάριν οὐ ̔Ρωμαίοις ἀλλ' ἑαυτῷ μέλλοιεν ἕξειν. "Πτολεμαίῳ δ'," ἔφη, "καὶ συγγενής εἰμι καὶ ὅσον οὔπω καὶ κηδεστὴς ἔσομαι, καὶ χάριν ὑμῖν αὐτὸν ὁμολογεῖν παρασκευάσω. ἀπορῶ δὲ κἀγὼ τίνι ̔Ρωμαῖοι δικαίῳ τὴν ̓Ασίαν πολυπραγμονοῦσιν, ἐμοῦ τὴν ̓Ιταλίαν οὐ πολυπραγμονοῦντος." [σεξτ. 4]

Οὕτω μὲν ἀπ' ἀλλήλων ἄπρακτοι διεκρίθησαν, ἀπορρηγνύντες ἤδη τὰς ἀπειλὰς ἐς τὸ φανερώτερον: λόγου δὲ καὶ δόξης ἐμπεσούσης ὅτι Πτολεμαῖος φιλοπάτωρ ἀποθάνοι, κατὰ σπουδὴν ̓Αντίοχος ἀπῄει ὡς Αἴγυπτον ἔρημον ἄρχοντος ἁρπασόμενος. καὶ αὐτῷ κατὰ ̓́Εφεσον ̓Αννίβας Καρχηδόνιος συμβάλλει, φεύγων τὴν πατρίδα δι' ἐχθρῶν διαβολάς, οἳ ̔Ρωμαίοις αὐτὸν ἔφασκον εἶναι δύσερίν τε καὶ φιλοπόλεμον καὶ οὔποτε εἰρηνεύειν δυνάμενον. τότε δ' ἦν ὅτε Καρχηδόνιοι ̔Ρωμαίοις ὑπήκουον ἔνσπονδοι. ̓Αννίβαν μὲν δὴ διώνυμον ἐπὶ στρατηγίαις ὄντα ̓Αντίοχος ὑπεδέχετο λαμπρῶς καὶ εἶχεν ἀμφ' αὑτόν: περὶ δὲ τὴν Λυκίαν Πτολεμαῖον περιεῖναι μαθὼν Αἰγύπτου μὲν ἀπέγνω, Κύπρον δ' ἐλπίσας αἱρήσειν ἀντὶ Αἰγύπτου διέπλει κατὰ τάχος ἐπ' αὐτήν. χειμῶνι δ' ἀμφὶ τὸν Σάρον ποταμὸν συμπεσών, καὶ πολλὰς τῶν νεῶν ἀποβαλών, ἐνίας δ' αὐτοῖς ἀνδράσι καὶ φίλοις, ἐς Σελεύκειαν τῆς Συρίας κατέπλευσε, καὶ τὸν στόλον κατεσκεύαζε πεπονημένον. γάμους τε τῶν παίδων ἔθυεν, ̓Αντιόχου καὶ Λαοδίκης, ἀλλήλοις συναρμόζων. [σεξτ. 5]

̓́Ηδη δὲ τὸν πρὸς ̔Ρωμαίους πόλεμον ἐγνωκὼς ἀποκαλύπτειν, ἐπιγαμίαις τοὺς ἐγγὺς βασιλέας προκατελάμβανε, καὶ Πτολεμαίῳ μὲν ἐς Αἴγυπτον ἔστελλε Κλεοπάτραν τὴν Σύραν ἐπίκλησιν, προῖκα Συρίαν τὴν κοίλην ἐπιδιδούς, ἣν αὐτὸς ἀφῄρητο τοῦ Πτολεμαίου, θεραπεύων ἤδη τὸ μειράκιον, ἵν' ἐν τῷ πολέμῳ τῷ πρὸς ̔Ρωμαίους ἀτρεμῇ: ̓Αντιοχίδα δ' ἔπεμπεν ̓Αριαράθῃ τῷ Καππαδοκῶν βασιλεῖ, καὶ τὴν ἔτι λοιπὴν Εὐμένει τῷ Περγάμου βασιλεῖ. δέ ̔ἑώρα γὰρ αὐτὸν ἤδη ̔Ρωμαίοις τε πολεμησείοντα καὶ πρὸς τήνδε τὴν χρείαν τὸ κῆδος αὑτῷ συναπτόμενον̓ ἠρνήσατο, καὶ τοῖς ἀδελφοῖς ̓Αττάλῳ τε καὶ Φιλεταίρῳ, θαυμάζουσιν ὅτι κῆδος βασιλέως τοσοῦδε καὶ γείτονος, αὐτοῦ τε κατάρχοντος καὶ δεομένου, παραιτοῖτο, ἐπεδείκνυ τὸν ἐσόμενον πόλεμον ἐν μὲν ἀρχῇ τι παρ' ἀμφοῖν ἕξειν ἰσοπαλές, σὺν χρόνῳ δ' ὑπεροίσειν τὰ ̔Ρωμαίων δι' εὐψυχίαν καὶ ταλαιπωρίαν. "ἐγὼ δ'," ἔφη, "̔Ρωμαίων μὲν ἐπικρατούντων βεβαίως τῆς ἀρχῆς τῆς ἐμῆς ἄρξω, ̓Αντιόχου δὲ νικῶντος ἐλπὶς μὲν ἀφαιρεθήσεσθαι πάντα πρὸς γείτονος, ἐλπὶς δὲ καὶ ἔχοντα βασιλεύσειν βασιλεύομενον ὑπ' ἐκείνου."