The Foreign Wars


The Foreign Wars
By Appian
Edited by: L. Mendelssohn

Leipzig Teubner 1879



Perseus Documents Collection Table of Contents



*e*k *t*h*s *b*a*s*i*l*i*k*h*s.

*e*k *t*h*s *i*t*a*l*i*k*h*s

*e*k *t*h*s *s*a*u*n*i*t*i*k*h*s

*e*k *t*h*s *k*e*l*t*i*k*h*s

*e*k *t*h*s *s*i*k*e*l*i*k*h*s *k*a*i *n*h*s*i*w*t*i*k*h*s

*i*b*h*r*i*k*h

*a*n*n*i*b*a*i*k*h

*l*i*b*u*k*h

*e*k *t*h*s *n*o*m*a*d*i*k*h*s

*e*k *t*h*s *m*a*k*e*d*o*n*i*k*h*s

*i*l*l*u*r*i*k*h

*s*u*r*i*a*k*h

*m*i*q*r*i*d*a*t*e*i*o*s

*e*k *t*h*s *b*a*s*i*l*i*k*h*s.

*e*k *t*h*s *i*t*a*l*i*k*h*s

*e*k *t*h*s *s*a*u*n*i*t*i*k*h*s

*e*k *t*h*s *k*e*l*t*i*k*h*s

*e*k *t*h*s *s*i*k*e*l*i*k*h*s *k*a*i *n*h*s*i*w*t*i*k*h*s

*i*b*h*r*i*k*h

*a*n*n*i*b*a*i*k*h

*l*i*b*u*k*h

*e*k *t*h*s *n*o*m*a*d*i*k*h*s

*e*k *t*h*s *m*a*k*e*d*o*n*i*k*h*s

*i*l*l*u*r*i*k*h

*s*u*r*i*a*k*h

*m*i*q*r*i*d*a*t*e*i*o*s


Funded by The Annenberg CPB/Project

ΙΛΛΥΡΙΚΗ

 

ξη. 5 [σεξτ. 25]

Οἱ Δαλμάται δ' ἐξ οὗ τὰς ὑπὸ Γαβινίῳ πέντε τάξεις ἀνῃρήκεσαν καὶ τὰ σημεῖα εἰλήφεσαν, ἐπαρθέντες ἐπὶ τῷδε τὰ ὅπλα οὐκ ἀπετέθειντο ἔτεσιν ἤδη δέκα, ἀλλὰ καὶ τοῦ Καίσαρος ἐπιόντος αὐτοῖς συμμαχήσειν ἀλλήλοις συνετίθεντο. καὶ ἦσαν οἱ μαχιμώτατοι μυρίων καὶ δισχιλίων πλείους, ὧν στρατηγὸν Οὐέρσον αἱροῦνται. δὲ Πρωμόναν αὖθις, τὴν τῶν Λιβυρνῶν πόλιν, καταλαβὼν ὠχύρου, καὶ τἆλλα οὖσαν ἐκφυῶς ὀχυρωτάτην: ὄρειον γάρ ἐστι τὸ χωρίον, καὶ αὐτῷ περίκεινται λόφοι πάντοθεν ὀξεῖς οἷα πρίονες. ἐν μὲν δὴ τῇ πόλει τὸ πλέον ἦν, ἐν δὲ τοῖς λόφοις διέθηκεν Οὐέρσος φρούρια: καὶ πάντες ἐφεώρων τὰ ̔Ρωμαίων ἀφ' ὑψηλοῦ. δὲ Καῖσαρ ἐς μὲν τὸ φανερὸν πάντας ἀπετείχιζε, λάθρᾳ δὲ τοὺς εὐτολμοτάτους ἔπεμπε ζητεῖν ἄνοδον ἐς τὸν ἀκρότατον τῶν λόφων. καὶ οἱ μέν, τῆς ὕλης αὐτοὺς ἐπικαλυπτούσης, νυκτὸς ἐμπίπτουσι τοῖς φύλαξιν εὐναζομένοις, καὶ κτείνουσιν αὐτούς, καὶ τῷ Καίσαρι κατέσεισαν ὑπὸ λύγῃ: δὲ τῆς τε πόλεως ἐς πεῖραν ᾔει τῷ πλέονι στρατῷ, καὶ ἐς τὸ εἰλημμένον ἄκρον ἑτέρους ἐφ' ἑτέροις ἔπεμπεν, οἳ τοῖς ἄλλοις λόφοις ἐπικατῄεσαν. φόβος τε καὶ θόρυβος ἦν τοῖς βαρβάροις ὁμοῦ πᾶσιν ἐπιχειρουμένοις πάντοθεν: μάλιστα δὲ οἱ ἐν τοῖς λόφοις ἔδεισαν διὰ τὸ ἄνυδρον, μὴ τῶν διόδων ἀφαιρεθῶσιν. καὶ συμφεύγουσιν ἐς τὴν Πρωμόναν. [σεξτ. 26]

̔Ο δὲ Καῖσαρ αὐτήν τε καὶ δύο λόφους, οἳ ἔτι ἐκρατοῦντο ὑπὸ τῶν πολεμίων, ὁμοῦ περιετείχιζε, τεσσαράκοντα σταδίων περίμετρον. κἀν τούτῳ Τέστιμον Δαλμάτην, στρατὸν ἕτερον ἄγοντα τοῖς ἐν Πρωμόνῃ συμμάχον, ὑπαντήσας ἐδίωκεν ἐς τὰ ὄρη, καὶ ἐφορῶντος ἔτι τοῦ Τεστίμου τὴν Πρωμόναν εἷλεν, οὔπω τῆς περιτειχίσεως τετελεσμένης. ἐκδραμόντων γὰρ τῶν ἔνδον καὶ συνελαυνομένων ὀξέως, οἱ ̔Ρωμαῖοι φεύγουσιν αὐτοῖς ἐς τὴν πόλιν συνεσέπεσον, καὶ τὸ τρίτον τούτων ἔνδον ἔκτειναν: οἱ λοιποὶ δ' ἐς τὴν ἄκραν ἀνέδραμον. καὶ σπεῖρα ̔Ρωμαίων ἐφύλασσεν αὐτοὺς ἐπὶ τῶν πυλῶν. οἷς προσπίπτουσιν οἱ βάρβαροι νυκτὸς τετάρτης, καὶ ἐξέλιπεν σπεῖρα τὰς πύλας ὑπὸ δέους. δὲ Καῖσαρ τοὺς μὲν πολεμίους ἀνέκοψε τῆς ὁρμῆς, καὶ τῆς ἐπιούσης εἷλε παραδόντας ἑαυτούς: τὴν δὲ σπεῖραν τὸ φυλάκιον ἐξέλιπε διακληρώσας, ἐζημίωσε θανάτῳ τὸ δέκατον, καὶ λοχαγοὺς ἐπὶ τῷ δεκάτῳ δύο. καὶ τοῖς λοιποῖς ἐκέλευεν ἐκείνου τοῦ θέρους κριθὴν ἀντὶ σίτου τραφῆναι δίδοσθαι. [σεξτ. 27]

Οὕτω μὲν ἑάλω Πρωμόνα, Τέστιμος δ' ὁρῶν διεσκέδασε τὸν στρατὸν ἑαυτοῦ, φεύγειν ἄλλους ἀλλαχοῦ: ὅθεν αὐτοὺς οὐκ ἐδύναντο οἱ ̔Ρωμαῖοι διώκειν ἐς πολύ, τήν τε διαίρεσιν σφῶν τὴν ἐς πολλὰ δείσαντες, καὶ τὴν ἀπειρίαν τῶν ὁδῶν καὶ τὰ ἴχνη τῆς φυγῆς συγκεχυμένα. Συνόδιον δ' αἱροῦσι πόλιν ἐν ἀρχῇ τῆς ὕλης, ἐν τὸν Γαβινίου στρατὸν ἐνήδρευσαν οἱ Δαλμάται περὶ φάραγγι βαθείᾳ καὶ ἐπιμήκει καὶ μέσῃ δύο ὀρῶν, ἔνθα καὶ τὸν Καίσαρα ἐνήδρευον. δὲ τό τε Συνόδιον ἐνέπρησε, καὶ ἐς τὰ ὄρη περιπέμψας ἄνω στρατὸν ἑκατέρωθεν αὐτῷ συμπαρομαρτεῖν, αὐτὸς ᾔει διὰ τῆς φάραγγος, κόπτων τὴν ὕλην καὶ τὰς πόλεις αἱρῶν, καὶ πάντα ἐμπιπρὰς ὅσα κατὰ τὴν ὁδὸν ᾕρει. πολιορκουμένης δὲ πόλεως Σετουΐας, ἐπῄει τις αὐτοῖς συμμαχία βαρβάρων, ἣν Καῖσαρ ὑπαντήσας ἐκώλυσεν ἐσδραμεῖν ἐς τὴν Σετουΐαν. κἀν τῷ πόνῳ τῷδε ἐπλήγη λίθῳ τὸ γόνυ, καὶ ἐς πολλὰς ἡμέρας ἐθεραπεύετο. ῥαΐσας δὲ ἐς ̔Ρώμην ἐπανῆλθεν, ὑπατεύσων σὺν Οὐολκατίῳ Τύλλῳ, Στατίλιον Ταῦρον ἐς τὰ λοιπὰ τοῦ πολέμου καταλιπών. [σεξτ. 28]

Νουμηνίᾳ δ' ἔτους ἀρξάμενος ὑπατεύειν, καὶ τὴν ἀρχὴν αὐτῆς ἡμέρας παραδοὺς Αὐτρωνίῳ Παίτῳ, εὐθὺς ἐξέθορεν αὖθις ἐπὶ τοὺς Δαλμάτας, ἄρχων ἔτι τὴν τῶν τριῶν ἀρχήν: δύο γὰρ ἔλειπεν ἔτη τῇ δευτέρᾳ πενταετίᾳ τῆσδε τῆς ἀρχῆς, ἣν ἐπὶ τῇ προτέρᾳ σφίσιν αὐτοῖς ἐψηφίσαντο καὶ δῆμος ἐπεκεκυρώκει. οἱ Δαλμάται δ' ἤδη κάμνοντες ὑπὸ λιμοῦ, τῶν ἔξωθεν ἀγορῶν ἀποκεκλεισμένοι, ἐρχομένῳ τῷ Καίσαρι ὑπήντων καὶ σφᾶς παρέδοσαν σὺν ἱκετηρίᾳ, ὅμηρά τε δόντες ἑπτακοσίους παῖδας, οὓς καὶ Καῖσαρ ᾔτει, καὶ τὰ ̔Ρωμαϊκὰ σημεῖα τὰ Γαβινίου: τὸν δὲ φόρον τὸν ἀπὸ Γαΐου Καίσαρος ἐκλειφθέντα ἀποδώσειν ὑποστάντες, εὐπειθεῖς ἐς τὸ ἔπειτα ἐγένοντο. τὰ σημεῖα δὲ Καῖσαρ ἀπέθηκεν ἐν τῇ στοᾷ τῇ ̓Οκταουία λεγομένῃ. Δαλματῶν δ' ἁλόντων καὶ Δερβανοὶ προσιόντα τὸν Καίσαρα συγγνώμην ᾔτουν σὺν ἱκετηρίᾳ, καὶ ὁμήρους ἔδοσαν, καὶ τοὺς ἐκλειφθέντας φόρους ὑπέστησαν ἀποδώσειν. τῶν δὲ . . . οἷς μὲν Καῖσαρ ἐπλησίασε, καὶ ὁμήρους ἐπὶ ταῖς συνθήκαις ἔδοσαν: ὅσοις δ' οὐκ ἐπλησίασε διὰ νόσον, οὔτ' ἔδοσαν οὔτε συνέθεντο. φαίνονται δὲ καὶ οἵδε ὕστερον ὑπαχθέντες.

Οὕτω πᾶσαν Καῖσαρ τὴν ̓Ιλλυρίδα γῆν, ὅση τε ἀφειστήκει ̔Ρωμαίων, καὶ τὴν οὐ πρότερον ὑπακούσασαν αὐτοῖς, ἐκρατύνατο. καὶ αὐτῷ βουλὴ θρίαμβον ̓Ιλλυρικὸν ἔδωκε θριαμβεῦσαι, ὃν ἐθριάμβευσεν ὕστερον ἅμα τοῖς κατ ̓Αντωνίου. [σεξτ. 29]

Λοιποὶ δ' εἰσὶ τῆς ὑπὸ ̔Ρωμαίων νομιζομένης ̓Ιλλυρίδος εἶναι πρὸ μὲν Παιόνων ̔Ραιτοὶ καὶ Νωρικοί, μετὰ Παίονας δὲ Μυσοὶ ἕως ἐπὶ τὸν Εὔξεινον Πόντον. ̔Ραιτοὺς μὲν οὖν καὶ Νωρικοὺς ἡγοῦμαι Γάιον Καίσαρα πολεμοῦντα Κελτοῖς ἐπιλαβεῖν, τὸν Σεβαστὸν χειρούμενον Παίονας: ἐν μέσῳ γάρ εἰσιν ἀμφοτέρων, καὶ οὐδὲν ηὗρον ἴδιον ἐς ̔Ραιτοὺς Νωρικοὺς γενόμενον: ὅθεν μοι δοκοῦσι τοῖς ἑτέροις τῶν γειτόνων συναλῶναι. [σεξτ. 30]

Μυσοὺς δὲ Μᾶρκος μὲν Λεύκολλος, ἀδελφὸς Λικινίου Λευκόλλου τοῦ Μιθριδάτῃ πολεμήσαντος, κατέδραμε, καὶ ἐς τὸν ποταμὸν ἐμβαλών, ἔνθα εἰσὶν ̔Ελληνίδες ἓξ πόλεις Μυσοῖς πάροικοι, ̓́Ιστρος τε καὶ Διονυσόπολις καὶ ̓Οδησσὸς καὶ Μεσημβρία, καὶ Καλλατίς, καὶ ̓Απολλωνία: ἐξ ἧς ἐς ̔Ρώμην μετήνεγκε τὸν μέγαν ̓Απόλλωνα τὸν ἀνακείμενον ἐν τῷ Παλατίῳ. καὶ πλεῖον οὐδὲν ηὗρον ἐπὶ τῆς ̔Ρωμαίων δημοκρατίας ἐς Μυσοὺς γενόμενον, οὐδ' ἐς φόρου ὑπαχθέντας οὐδ' ἐπὶ τοῦ Σεβαστοῦ: ὑπήχθησαν δὲ ὑπὸ Τιβέριου τοῦ μετὰ τὸν Σεβαστὸν τοῖς ̔Ρωμαίοις αὐτοκράτορος γενομένου. ἀλλά μοι τὰ μὲν πρὸ ἁλώσεως Αἰγύπτου πάντα ὑπὸ νεύματι τοῦ δήμου γενόμενα ἐφ' ἑαυτῶν συγγέγραπται, δὲ μετ' Αἴγυπτον οἱ αὐτοκράτορες οἵδε ἐκρατύναντο προσέλαβον, ὡς ἴδια αὐτῶν ἔργα, μετὰ τὰ κοινὰ εἴρηται: ἔνθα καὶ περὶ Μυσῶν ἐρῶ πλέονα. νῦν δ', ἐπεὶ τοὺς Μυσούς τε οἱ ̔Ρωμαῖοι τῆς ̓Ιλλυρίδος ἡγοῦνται, καὶ τὸ σύγγραμμά μοι τοῦτο ̓Ιλλυρικόν ἐστιν, ὡς ἂν εἴη τὸ σύγγραμμα ἐντελές, ἐδόκει προειπεῖν ὅτι καὶ Μυσοὺς Λεύκολλός τε τῷ δήμῳ στρατηγῶν ἐπέδραμε καὶ Τιβέριος εἷλε κατὰ τὴν μόναρχον ἐξουσίαν.