The Foreign Wars


The Foreign Wars
By Appian
Edited by: L. Mendelssohn

Leipzig Teubner 1879



Perseus Documents Collection Table of Contents



*e*k *t*h*s *b*a*s*i*l*i*k*h*s.

*e*k *t*h*s *i*t*a*l*i*k*h*s

*e*k *t*h*s *s*a*u*n*i*t*i*k*h*s

*e*k *t*h*s *k*e*l*t*i*k*h*s

*e*k *t*h*s *s*i*k*e*l*i*k*h*s *k*a*i *n*h*s*i*w*t*i*k*h*s

*i*b*h*r*i*k*h

*a*n*n*i*b*a*i*k*h

*l*i*b*u*k*h

*e*k *t*h*s *n*o*m*a*d*i*k*h*s

*e*k *t*h*s *m*a*k*e*d*o*n*i*k*h*s

*i*l*l*u*r*i*k*h

*s*u*r*i*a*k*h

*m*i*q*r*i*d*a*t*e*i*o*s

*e*k *t*h*s *b*a*s*i*l*i*k*h*s.

*e*k *t*h*s *i*t*a*l*i*k*h*s

*e*k *t*h*s *s*a*u*n*i*t*i*k*h*s

*e*k *t*h*s *k*e*l*t*i*k*h*s

*e*k *t*h*s *s*i*k*e*l*i*k*h*s *k*a*i *n*h*s*i*w*t*i*k*h*s

*i*b*h*r*i*k*h

*a*n*n*i*b*a*i*k*h

*l*i*b*u*k*h

*e*k *t*h*s *n*o*m*a*d*i*k*h*s

*e*k *t*h*s *m*a*k*e*d*o*n*i*k*h*s

*i*l*l*u*r*i*k*h

*s*u*r*i*a*k*h

*m*i*q*r*i*d*a*t*e*i*o*s


Funded by The Annenberg CPB/Project

ΙΒΗΡΙΚΗ

 

ξη. 2 [σεξτ. 6]

Οἱ δὲ Καρχηδόνιοι τοῖς κέρδεσιν ἤδη τοῖς ἐξ ̓Ιβηρίας ἀρσσκόμενοι, στρατιὰν ἄλλην ἔπεμπον ἐς ̓Ιβηρίαν, καὶ στρατηγὸν ἁπάντων ἀπέφηναν ̓Ασδρούβαν τὸν τοῦ Βάρκα κηδεστήν, ὄντα ἐν ̓Ιβηρίᾳ. δὲ ̓Αννίβαν τὸν οὐ πολὺ ὕστερον ἀοίδιμον ἐπὶ στρατηγίαις, παῖδά τε ὄντα τοῦ Βάρκα καὶ τῆς γυναικός οἱ γιγνόμενον ἀδελφὸν ἔχων ἐν ̓Ιβηρίᾳ, νέον ὄντα καὶ φιλοπόλεμον καὶ ἀρέσκοντα τῷ στρατῷ ὑποστράτηγον ἀπέφηνεν. καὶ τῆς τε ̓Ιβηρίας τὰ πολλὰ πειθοῖ προσήγετο, πιθανὸς ὢν ὁμιλῆσαι, ἔς τε τὰ βίας δεόμενα τῷ μειρακίῳ χρώμενος προῆλθεν ἀπὸ τῆς ἑσπερίου θαλάσσης ἐς τὸ μεσόγειον ἐπὶ ̓́Ιβηρα ποταμόν, ὃς μέσην που μάλιστα τέμνων τὴν ̓Ιβηρίαν, καὶ τῆς Πυρήνης ἀφεστὼς ὁδὸν ἡμερῶν πέντε, ἐξίησιν ἐς τὸν βόρειον ὠκεανόν. [σεξτ. 7]

Ζακανθαῖοι δέ, ἄποικοι Ζακυνθίων, ἐν μέσῳ τῆς τε Πυρήνης καὶ τοῦ ποταμοῦ τοῦ ̓́Ιβηρού ὄντες, καὶ ὅσοι ἄλλοι ̔́Ελληνες περί τε τὸ καλούμενον ̓Εμπόριον καὶ εἴ πῃ τῆς ̓Ιβηρίας ᾤκουν ἀλλαχοῦ, δείσαντες ὑπὲρ σφῶν ἐπρέσβευον ἐς ̔Ρώμην. καὶ σύγκλητος οὐκ ἐθέλουσα τὰ Καρχηδονίων ἐπαίρεσθαι, πρέσβεις ἐς Καρχηδόνα ἔπεμπεν. καὶ συνέβησαν ἀμφότεροι ὅρον εἶναι Καρχηδονίοις τῆς ἀρχῆς τῆς ἐν ̓Ιβηρίᾳ τὸν ̓́Ιβηρα ποταμόν, καὶ μήτε ̔Ρωμαίους τοῖς πέραν τοῦδε τοῦ ποταμοῦ πόλεμον ἐκφέρειν, Καρχηδονίων ὑπηκόοις οὖσι, μήτε Καρχηδονίους ἐπὶ πολέμῳ τὸν ̓́Ιβηρα διαβαίνειν, Ζακανθαίους δὲ καὶ τοὺς ἄλλους ἐν ̓Ιβηρίᾳ ̔́Ελληνας αὐτονόμους καὶ ἐλευθέρους εἶναι. καὶ τάδε ταῖς συνθήκαις ταῖς ̔Ρωμαίων καὶ Καρχηδονίων προσεγράφη. [σεξτ. 8]

̓Ασδρούβαν δὲ ἐπὶ τοῖσδε ̓Ιβηρίαν τὴν ὑπὸ Καρχηδονίοις καθιστάμενον ἀνὴρ δοῦλος, οὗ τὸν δεσπότην ὠμῶς διεφθάρκει, λαθὼν ἐν κυνηγεσίοις ἀναιρεῖ. καὶ τόνδε μὲν ̓Αννίβας ἐλεγχθέντα δεινῶς αἰκισάμενος διέφθειρεν: στρατιὰ δὲ τὸν ̓Αννίβαν, καίπερ ὄντα κομιδῇ νέον, ἀρέσκοντα δὲ ἰσχυρῶς, στρατηγὸν ἀπέδειξαν αὑτῶν: καὶ Καρχηδονίων βουλὴ συνέθετο. ὅσοι δὲ τοῦ Βάρκα διαπολῖται τὴν Βάρκα τε καὶ ̓Ασδρούβα δύναμιν ἐδεδοίκεσαν, ὡς ἔμαθον αὐτοὺς τεθνεῶτας, ̓Αννίβα κατεφρόνουν ὡς νέου, καὶ τοὺς ἐκείνων φίλους τε καὶ στασιώτας ἐδίωκον ἐπὶ τοῖς ἐκείνων ἐγκλήμασιν. τε δῆμος ἅμα τοῖς κατηγοροῦσιν ἐγίγνετο, μνησικακῶν τοῖς διωκομένοις τῆς βαρύτητος τῆς ἐπὶ Βάρκα τε καὶ ̓Ασδρούβα: καὶ τὰς δωρεὰς ἐκέλευον αὐτούς, ὅσας μεγάλας ̓Ασδρούβας τε καὶ Βάρκας αὐτοῖς ἐπεπόμφεσαν, ἐς τὸ κοινὸν ἐσενεγκεῖν ὡς ἐκ τῶν πολεμίων πεπορισμένας. οἱ δὲ ἐπέστελλον τῷ ̓Αννίβᾳ, σφίσι τε ἐπικουρεῖν δεόμενοι, καὶ διδάσκοντες ὅτι καὶ αὐτὸς ἔσοιτο τοῖς πατρῴοις ἐχθροῖς εὐκαταφρόνητος, εἰ τοὺς ἐν τῇ πατρίδι συνεργεῖν αὐτῷ δυναμένους ὑπερίδοι. [σεξτ. 9]

̔Ο δὲ καὶ ταῦτα προεώρα, καὶ τὰς ἐκείνων δίκας ἀρχὴν ἐφ' ἑαυτὸν οὖσαν ἐπιβουλῆς: οὐδ' ἠξίου τὴν ἔχθραν, ὥσπερ πατὴρ καὶ κηδεστής, ἐσαεὶ καὶ μετὰ φόβου διαφέρειν, οὐδ' ἐπὶ τῷ Καρχηδονίων κουφόνῳ μέχρι παντὸς εἶναι, ῥᾳδίως ἐς εὐεργέτας πρὸς ἀχαριστίαν τρεπομένων. ἐλέγετο δὲ καὶ παῖς ὢν ἔτι ὑπὸ τοῦ πατρὸς ὁρκωθῆναι ἐπὶ ἐμπύρων ἄσπειστος ἐχθρὸς ἔσεσθαι ̔Ρωμαίοις, ὅτε ἐς πολιτείαν παρέλθοι. διὰ δὴ ταῦτ' ἐπενόει μεγάλοις καὶ χρονίοις πράγμασι τὴν πατρίδα περιβαλών, καὶ καταστήσας ἐς ἀσχολίας καὶ φόβους, τὸ ἑαυτοῦ καὶ τὰ τῶν φίλων ἐν ἀδεεῖ θέσθαι. Λιβύην μὲν οὖν εὐσταθοῦσαν ἑώρα, καὶ ̓Ιβήρων ὅσα ὑπήκοα ἦν: εἰ δὲ πρὸς ̔Ρωμαίους πόλεμον αὖθις ἀναρριπίσειεν, οὗ μάλιστα ἐπεθύμει, ἐδόκει Καρχηδονίους μὲν ἐν φροντίσι καὶ φόβοις ἔσεσθαι μακροῖς, αὐτὸς δέ, εἴτε κατορθώσειεν, ἐπὶ κλέους ἀθανάτου γενήσεσθαι, τὴν πατρίδα τῆς οἰκουμένης γῆς ἄρχουσαν ἀποφήνας ̔οὐ γὰρ εἶναί τινας ἀντιμάχους αὐτοῖς ἐπὶ ̔Ρωμαίοισ̓, εἴτε καὶ πταίσειε, μεγάλην καὶ ὣς τὸ ἐγχείρημα αὐτῷ δόξαν οἴσειν. [σεξτ. 10]

̓Αρχὴν δὲ ὑπολαμβάνων ἔσεσθαι λαμπρὰν εἰ τὸν ̓́Ιβηρα διαβαίη, Τορβολήτας, οἳ γείτονές εἰσι Ζακανθαίων, ἀνέπεισε τῶν Ζακανθαίων παρὰ οἷ καταβοᾶν ὡς τήν τε χώραν αὐτῶν ἐπιτρεχόντων καὶ πολλὰ σφᾶς ἄλλα ἀδικούντων. οἱ δὲ ἐπείθοντο. καὶ πρέσβεις αὐτῶν ̓Αννίβας ἐς Καρχηδόνα ἔπεμπεν, αὐτός τε ἐν ἀπορρήτοις ἔγραφε ̔Ρωμαίους τὴν ὑπὸ Καρχηδονίοις ̓Ιβηρίαν ἀναπείθειν ἀπὸ Καρχηδονίων ἀφίστασθαι, καὶ Ζακανθαίους ̔Ρωμαίοις ταῦτα συμπράσσειν. ὅλως τε τῆς ἀπάτης οὐ μεθίει, πολλὰ τοιαῦτα ἐπιστέλλων, ἕως βουλὴ προσέταξεν αὐτῷ πράσσειν ἐς Ζακανθαίους τι δοκιμάσειεν. δὲ ἐπεὶ τῆς ἀφορμῆς ἐλάβετο, Τορβολήτας αὖθις ἔπραξεν ἐντυχεῖν οἱ κατὰ τῶν Ζακανθαίων, καὶ μετεπέμπετο πρέσβεις. οἱ δὲ ἀφίκοντο μέν, κελεύοντος δὲ τοῦ ̓Αννίβου λέγειν ἑκατέρους ἐφ' ἑαυτοῦ περὶ ὧν διαφέρονται, ̔Ρωμαίοις ἔφασαν ἐπιτρέψειν τὴν δίκην. μὲν δὴ ταῦτ' εἰπόντας ἀπέπεμπεν ἀπὸ τοῦ στρατοπέδου, καὶ τῆς ἐπιούσης νυκτὸς παντὶ τῷ στρατῷ τὸν ̓́Ιβηρα διαβὰς τὴν χώραν ἐπόρθει καὶ τῇ πόλει μηχανήματα ἐφίστη. ἑλεῖν δ' οὐ δυνάμενος ἀπετάφρευε καὶ φρούρια πολλὰ περιθεὶς ἐκ διαστημάτων ἐπεφοίτα. [σεξτ. 11]

Ζακανθαῖοι δὲ αἰφνιδίῳ καὶ ἀκαταγγέλτῳ κακῷ συμπεσόντες ἐπρέσβευον ἐς ̔Ρώμην. καὶ σύγκλητος αὐτοῖς συνέπεμπε πρέσβεις, οἳ πρῶτον μὲν ̓Αννίβαν ἔμελλον ὑπομνήσειν τῶν συγκει μένων, οὐ πειθομένου δὲ ἐς Καρχηδόνα πλευσεῖσθαι κατ' αὐτοῦ: τούτοις τοῖς πρέσβεσι πλεύσασιν ἐς ̓Ιβηρίαν, καὶ ἐς τὸ στρατόπεδον ἀπὸ θαλάσσης ἀναβαίνουσιν, ̓Αννίβας ἀπηγόρευσε μὴ προσιέναι. καὶ οἱ μὲν ἀπέπλευσαν ἐπὶ Καρχηδόνος σὺν τοῖς πρέσβεσι τοῖς Ζακανθαίων, καὶ τῶν συνθηκῶν ἀνεμίμνησκον αὐτούς. Καρχηδόνιοι δὲ ᾐτιῶντο τοὺς Ζακανθαίους πολλὰ τοὺς ὑπηκόους σφῶν ἀδικεῖν. καὶ Ζακανθαίων οἱ πρέσβεις ἐς δίκην αὐτοὺς προυκαλοῦντο ἐπὶ ̔Ρωμαίων κριτῶν: οἱ δ' οὐκ ἔφασαν χρῄζειν δίκης, ἀμύνεσθαι δυνάμενοι. ὧν ἐς ̔Ρώμην ἀπαγγελθέντων, οἱ μὲν ἐκέλευον ἤδη συμμαχεῖν τοῖς Ζακανθαίοις, οἱ δ' ἐπεῖχον ἔτι, λέγοντες οὐ συμμάχους αὐτοὺς ἐν ταῖς συνθήκαις σφῶν ἀλλ' αὐτονόμους καὶ ἐλευθέρους ἀναγεγράφθαι, ἐλευθέρους δ' ἔτι καὶ τοὺς πολιορκουμένους εἶναι. καὶ ἐκράτησεν γνώμη. [σεξτ. 12]

Ζακανθαῖοι δέ, ἐπειδὴ τὰ ̔Ρωμαίων ἀπέγνωσαν καὶ λιμὸς σφᾶς ἐπίεζε καὶ ̓Αννίβας περιεκάθητο συνεχῶς ̔εὐδαίμονα γὰρ καὶ πολύχρυσον ἀκούων εἶναι τὴν πόλιν οὐκ ἀνίει τῆς πολιορκίασ̓, τὸν μὲν χρυσὸν καὶ ἄργυρον, ὅσος ἦν δημόσιός τε καὶ ἰδιωτικός, ἀπὸ κηρύγματος ἐς τὴν ἀγορὰν συνήνεγκαν, καὶ μολύβδῳ καὶ χαλκῷ συνεχώνευσαν ὡς ἀχρεῖον ̓Αννίβᾳ γενέσθαι, αὐτοὶ δὲ ἐν χερσὶν ἑλόμενοί τι παθεῖν μᾶλλον ὑπὸ τοῦ λιμοῦ, ἐξέδραμον ἔτι νυκτὸς ἐπὶ τὰ φρούρια τὰ τῶν Λιβύων, ἀναπαυομένων ἔτι καὶ οὐδέν τοιοῦτον ὑπονοούντων: ὅθεν αὐτοὺς ἀνισταμένους τε ἐξ εὐνῆς καὶ σὺν θορύβῳ μόλις ὁπλιζομένους, ἔστι δ' οὓς ἤδη καὶ μαχομένους, διέφθειρον. μακροῦ δὲ τοῦ ἀγῶνος γενομένου, Λιβύων μὲν ἀπώλοντο πολλοί, Ζακανθαῖοι δὲ παντες. αἱ δὲ γυναῖκες ἀπὸ τοῦ τείχους ὁρῶσαι τὸ τέλος τῶν ἀνδρῶν, αἱ μὲν ἐρρίπτουν ἑαυτὰς κατὰ τῶν τεγῶν, αἱ δ' ἀνήρτων, αἱ δὲ καὶ τὰ τέκνα προκατέσφαζον. καὶ τοῦτο τέλος ἦν Ζακανθαίοις, πόλει μεγάλῃ τε καὶ δυνατῇ γενομένῃ. ̓Αννίβας δὲ ὡς ἔμαθε περὶ τοῦ χρυσοῦ, τοὺς μὲν ὑπολοίπους καὶ ἔτι ἡβῶντας αὐτῶν αἰκιζόμενος διέφθειρεν ὑπ' ὀργῆς, τὴν δὲ πόλιν ὁρῶν ἐπιθάλασσόν τε καὶ Καρχηδόνος οὐ μακράν, καὶ χώρας ἄρχουσαν ἀγαθῆς, ᾤκιζεν αὖθις καὶ Καρχηδονίων ἄποικον ἀπέφαινεν: ἣν νῦν οἶμαι Καρχηδόνα καλεῖσθαι τὴν Σπαρταγενῆ.