The Foreign Wars


The Foreign Wars
By Appian
Edited by: L. Mendelssohn

Leipzig Teubner 1879



Perseus Documents Collection Table of Contents



*e*k *t*h*s *b*a*s*i*l*i*k*h*s.

*e*k *t*h*s *i*t*a*l*i*k*h*s

*e*k *t*h*s *s*a*u*n*i*t*i*k*h*s

*e*k *t*h*s *k*e*l*t*i*k*h*s

*e*k *t*h*s *s*i*k*e*l*i*k*h*s *k*a*i *n*h*s*i*w*t*i*k*h*s

*i*b*h*r*i*k*h

*a*n*n*i*b*a*i*k*h

*l*i*b*u*k*h

*e*k *t*h*s *n*o*m*a*d*i*k*h*s

*e*k *t*h*s *m*a*k*e*d*o*n*i*k*h*s

*i*l*l*u*r*i*k*h

*s*u*r*i*a*k*h

*m*i*q*r*i*d*a*t*e*i*o*s

*e*k *t*h*s *b*a*s*i*l*i*k*h*s.

*e*k *t*h*s *i*t*a*l*i*k*h*s

*e*k *t*h*s *s*a*u*n*i*t*i*k*h*s

*e*k *t*h*s *k*e*l*t*i*k*h*s

*e*k *t*h*s *s*i*k*e*l*i*k*h*s *k*a*i *n*h*s*i*w*t*i*k*h*s

*i*b*h*r*i*k*h

*a*n*n*i*b*a*i*k*h

*l*i*b*u*k*h

*e*k *t*h*s *n*o*m*a*d*i*k*h*s

*e*k *t*h*s *m*a*k*e*d*o*n*i*k*h*s

*i*l*l*u*r*i*k*h

*s*u*r*i*a*k*h

*m*i*q*r*i*d*a*t*e*i*o*s


Funded by The Annenberg CPB/Project

 

ΙΛΛΥΡΙΚΗ



ξη. 1 [σεξτ. 1]

̓Ιλλυριοὺς ̔́Ελληνες ἡγοῦνται τοὺς ὑπέρ τε Μακεδονίαν καὶ Θρᾴκην ἀπὸ Χαόνων καὶ Θεσπρωτῶν ἐπὶ ποταμὸν ̓́Ιστρον. καὶ τοῦτ' ἐστὶ τῆς χώρας τὸ μῆκος, εὖρος δ' ἐκ Μακεδόνων τε καὶ Θρᾳκῶν τῶν ὀρείων ἐπὶ Παιονας καὶ τὸν ̓Ιόνιον καὶ τὰ πρόποδα τῶν ̓́Αλπεων. καὶ ἔστι τὸ μὲν εὖρος ἡμερῶν πέντε, τὸ δὲ μῆκος τριάκοντα, καθὰ καὶ τοῖς ̔́Ελλησιν εἴρηται. ̔Ρωμαίων δὲ τὴν χώραν μετρησαμένων ἔστιν ὑπὲρ ἑξακισχιλίους σταδίους τὸ μῆκος, καὶ τὸ πλάτος ἀμφὶ τοὺς χιλίους καὶ διακοσίους. [σεξτ. 2]

Φασὶ δὲ τὴν μὲν χώραν ἐπώνυμον ̓Ιλλυριοῦ τοῦ Πολυφήμου γενέσθαι: Πολυφήμῳ γὰρ τῷ Κύκλωπι καὶ Γαλατείᾳ Κελτὸν καὶ ̓Ιλλυριὸν καὶ Γάλαν παῖδας ὄντας ἐξορμῆσαι Σικελίας, καὶ ἄρξαι τῶν δι' αὐτοὺς Κελτῶν καὶ ̓Ιλλυριῶν καὶ Γαλατῶν λεγομένων. καὶ τόδε μοι μάλιστα, πολλὰ μυθευόντων ἕτερα πολλῶν, ἀρέσκει. ̓Ιλλυριῷ δὲ παῖδας ̓Εγχέλεα καὶ Αὐταριέα καὶ Δάρδανον καὶ Μαῖδον καὶ Ταύλαντα καὶ Περραιβὸν γενέσθαι, καὶ θυγατέρας Παρθὼ καὶ Δαορθὼ καὶ Δασσαρὼ καὶ ἑτέρας, ὅθεν εἰσὶ Ταυλάντιοί τε καὶ Περραιβοὶ καὶ ̓Εγχέλεες καὶ Αὐταριεῖς καὶ Δάρδανοι καὶ Παρθηνοὶ καὶ Δασσαρήτιοι καὶ Δάρσιοι. Αὐταριεῖ δὲ αὐτῷ Παννόνιον ἡγοῦνται παῖδα Παίονα γενέσθαι, καὶ Σκορδίσκον Παίονι καὶ Τριβαλλόν, ὧν ὁμοίως τὰ ἔθνη παρώνυμα εἶναι. καὶ τάδε μὲν τοῖς ἀρχαιολογοῦσι μεθείσθω, 3. γένη δ' ἔστιν ̓Ιλλυριῶν, ὡς ἐν τοσῇδε χώρᾳ, πολλά. καὶ περιώνυμα ἔτι νῦν, χώραν νεμόμενα πολλὴν, Σκορδίσκων καὶ Τριβαλλῶν, οἳ ἐς τοσοῦτον ἀλλήλους πολέμῳ διέφθειραν ὡς Τριβαλλῶν εἴ τι ὑπόλοιπον ἦν ἐς Γέτας ὑπὲρ ̓́Ιστρον φυγεῖν, καὶ γένος ἀκμάσαν μέχρι Φιλίππου τε καὶ ̓Αλεξάνδρου νῦν ἔρημον καὶ ἀνώνυμον τοῖς τῇδε εἶναι, Σκορδίσκους δὲ ἀσθενεστάτους ἀπὸ τοῦδε γενομένους ὑπὸ ̔Ρωμαίων ὕστερον ὅμοια παθεῖν καὶ ἐς τὰς νήσους τοῦ αὐτοῦ ποταμοῦ φυγεῖν, σὺν χρόνῳ δέ τινας ἐπανἐλθεῖν καὶ Παιόνων ἐσχατιαῖς παροικῆσαι: ὅθεν ἔστι καὶ νῦν Σκορδίσκων γένος ἐν Παίοσιν. τῷ δ' αὐτῷ τρόπῳ καὶ ̓Αρδιαῖοι τὰ θαλάσσια ὄντες ἄριστοι πρὸς Αὐταριέων ἀρίστων ὄντων τὰ κατὰ γῆν, πολλὰ βλάψαντες αὐτούς, ὅμως ἐφθάρησαν. καὶ ναυτικοὶ μὲν ἐπὶ τοῖς ̓Αρδιαίοις ἐγένοντο Λιβυρνοί, γένος ἕτερον ̓Ιλλυριῶν, οἳ τὸν ̓Ιόνιον καὶ τὰς νήσους ἐλῄστευον ναυσὶν ὠκείαις τε καὶ κούφαις, ὅθεν ἔτι νῦν ̔Ρωμαῖοι τὰ κοῦφα καὶ ὀξέα δίκροτα Λιβυρνίδας προσαγορεύουσιν. [σεξτ. 4]

Αὐταριέας δὲ φασὶν ἐκ θεοβλαβείας ̓Απόλλωνος ἐς ἔσχατον κακοῦ περιελθεῖν. Μολιστόμῳ γὰρ αὐτοὺς καὶ Κελτοῖς τοῖς Κίμβροις λεγομένοις ἐπὶ Δελφοῦς συστρατεῦσαι, καὶ φθαρῆναι μὲν αὐτίκα τοὺς πλέονας αὐτῶν πρὸ ἐπιχειρήσεως, ὑετῶν σφίσι καὶ θυέλλης καὶ πρηστήρων ἐμπεσοντων, ἐπιγενέσθαι δὲ τοῖς ὑποστρέψασιν ἄπειρον βατράχων πλῆθος, οἳ διασαπέντες τὰ νάματα διέφθειραν. καὶ ἐκ τῆς γῆς ἀτμῶν ἀτόπων γενομένων λοιμὸς ἦν ̓Ιλλυριῶν καὶ φθόρος Αὐταριέων μάλιστα, μέχρι φεύγοντες τὰ οἰκεῖα, καὶ τὸν λοιμὸν σφίσι περιφέροντες, οὐδενὸς αὐτοὺς δεχομένου διὰ τοῦτο τὸ δέος ὑπερῆλθον ὁδὸν ἡμερῶν εἴκοσι καὶ τριῶν, καὶ τὴν Γετῶν ἑλώδη καὶ ἀοίκητον, παρὰ τὸ Βαστερνῶν ἔθνος, ᾤκησαν. Κελτοῖς δὲ θεὸς τὴν γῆν ἔσεισε καὶ τὰς πόλεις κατήνεγκε: καὶ τὸ κακὸν οὐκ ἔληγε, μέχρι καὶ οἵδε τὰ οἰκεῖα φεύγοντες ἐνέβαλον ἐς ̓Ιλλυριοὺς τοὺς συναμαρτοντας σφίσιν, ἀσθενεῖς ὑπὸ τοῦ λοιμοῦ γενομένους, καὶ ἐδῄωσάν τε τὰ ἐκείνων, καὶ τοῦ λοιμοῦ μετασχόντες ἔφυγον καὶ μέχρι Πυρήνης ἐλεηλάτουν. ἐπιστρέφουσι δ' αὐτοῖς ἐς τὴν ἕω, ̔Ρωμαῖοι, δεδιότες ὑπὸ μνήμης τῶν προπεπολεμηκότων σφίσι Κελτῶν, μὴ καὶ οἵδε ἐς τὴν ̓Ιταλίαν ὑπὲρ ̓́Αλπεις ἐσβάλοιεν, ἀπήντων ἅμα τοῖς ὑπάτοις καὶ πανστρατιᾷ διώλλυντο. καὶ τὸ πάθος τοῦτο ̔Ρωμαίων μέγα δέος Κελτῶν ἐς ὅλην τὴν ̓Ιταλίαν ἐνέβαλε, μέχρι Γάιον Μάριον ἑλόμενοι σφῶν οἱ ̔Ρωμαῖοι στρατηγεῖν, ἄρτι Λιβύων τοῖς Νομάσι καὶ Μαυρουσίοις ἐγκρατῶς πεπολεμηκότα, τοὺς Κίμβρους ἐνίκων καὶ πολὺν φόνον αὐτῶν εἰργάσαντο πολλάκις, ὥς μοι περὶ Κελτῶν λέγοντι εἴρηται. οἱ δὲ ἀσθενεῖς τε ἤδη γενόμενοι καὶ πάσης γῆς ἀποκλειόμενοι διὰ τὸ ἀσθενές, ἐς τὰ οἰκεῖα ἐπανῆλθον πολλὰ καὶ δράσαντες καὶ παθόντες. [σεξτ. 5]

Τοιοῦτον μὲν δὴ τέλος τῆς ἀσεβείας θεὸς ἐπέθηκεν ̓Ιλλυριοῖς τε καὶ Κελτοῖς: οὐ μὴν ἀπέσχοντο τῆς ἱεροσυλίας, ἀλλ' αὖθις, ἅμα τοῖς Κελτοῖς, ̓Ιλλυριῶν οἱ Σκορδίσκοι μάλιστα καὶ Μαῖδοι καὶ Δάρδανοι τὴν Μακεδονίαν ἐπέδραμον ὁμοῦ καὶ τὴν ̔Ελλάδα, καὶ πολλὰ τῶν ἱερῶν καὶ τὸ Δελφικὸν ἐσύλησαν, πολλοὺς ἀποβαλόντες ὅμως καὶ τότε. ̔Ρωμαῖοι δ' ἔχοντες ἤδη δεύτερον καὶ τριακοστὸν ἔτος ἀπὸ τῆς πρώτης ἐς Κελτοὺς πείρας, καὶ ἐξ ἐκείνου πολεμοῦντες αὐτοῖς ἐκ διαστημάτων, ἐπιστρατεύουσι τοῖς ̓Ιλλυριοῖς ἐπὶ τῇδε τῇ ἱεροσυλίᾳ ἡγουμένου Λευκίου Σκιπίωνος, ἤδη τῶν τε ̔Ελλήνων καὶ Μακεδόνων προστατοῦντες. καί φασι τοὺς μὲν περιχώρους οὐ συμμαχῆσαι τοῖς ἱεροσύλοις, ἀλλ' ἑκόντας ἐγκαταλιπεῖν τῷ Σκιπίωνι ἀβοηθήτους, μνήμῃ τῶν δι' Αὐταριέας ἐς πάντας ̓Ιλλυριοὺς συμπεσόντων: Σκιπίωνα δὲ Σκορδίσκους μὲν διαφθεῖραι, καὶ εἴ τι λοιπὸν αὐτῶν ἦν, ἐς τὸν ̓́Ιστρον καὶ τὰς νήσους τοῦ ποταμοῦ μετοικῆσαι φυγόντας, Μαίδοις δὲ καὶ Δαρδανεῦσι συνθέσθαι δωροδοκήσαντα τοῦ ἱεροῦ χρυσίου. καί τις ἔφη τῶν ̓Ιταλικῶν συγγραφέων ὡς διὰ τοῦτο μάλιστα ̔Ρωμαίοις πλεόνως μετὰ Λεύκιον τὰ ἐμφύλια ἤκμασε μέχρι μοναρχίας: καὶ περὶ μὲν τῶν νομιζομένων εἶναι τοῖς ̔́Ελλησιν ̓Ιλλυριῶν τοσαῦτά μοι προλελέχθω. [σεξτ. 6]

̔Ρωμαῖοι δὲ καὶ τούσδε καὶ Παίονας ἐπ' αὐτοῖς καὶ ̔Ραιτοὺς καὶ Νωρικοὺς καὶ Μυσοὺς τοὺς ἐν Εὐρώτῃ, καὶ ὅσα ἄλλα ὅμορα τούτοις ἐν δεξιᾷ τοῦ ̓́Ιστρου καταπλέοντι ᾤκηται, διαιροῦσι μὲν ὁμοίως τοῖς ̔́Ελλησιν ἀπὸ ̔Ελλήνων, καὶ καλοῦσι τοῖς ἰδίοις ἑκάστους ὀνόμασι, κοινῇ δὲ πάντας ̓Ιλλυρίδα ἡγοῦνται, ὅθεν μὲν ἀρξάμενοι τῆσδε τῆς δόξης, οὐκ ἔσχον εὑρεῖν, χρώμενοι δ' αὐτῇ καὶ νῦν, ὅπου καὶ τὸ τέλος τῶνδε τῶν ἐθνῶν, ἀπὸ ἀνίσχοντος ̓́Ιστρου μέχρι τῆς Ποντικῆς θαλάσσης, ὑφ' ἓν ἐκμισθοῦσι καὶ ̓Ιλλυρικὸν τέλος προσαγορεύουσιν. ὅπως δὲ αὐτοὺς ὑπηγάγοντο ̔Ρωμαῖοι, ὡμολόγησα μὲν καὶ περὶ Κρήτης λέγων οὐχ εὑρεῖν τὰς ἀκριβεῖς τῶν πολέμων ἀρχάς τε καὶ προφάσεις, καὶ ἐς τοῦτο τοὺς δυναμένους τι πλέον εἰπεῖν παρεκάλουν: ὅσα δ' αὐτὸς ἔγνων, ἀναγράψω.