Homeric HymnsMachine readable text


Homeric Hymns
By Anonymous
Edited by: Hugh G. Evelyn-White

Cambridge, MA.,Harvard University Press; London, William Heinemann Ltd. 1914



Perseus Documents Collection Table of Contents



*ei)\s *diw/nuson

*ei)\s *dhmh/tran
   *ei)\s *)apo/llwna [*dh/lion]
   [*ei)\s *)apo/llwna *pu/qion]

*ei)\s *(ermh=n

*ei)\s *)afrodi/thn

*ei)\s *)afrodi/thn

*ei)\s *diw/nuson

*ei)\s *)/area

*ei)\s *)/artemin

*ei)\s *)afrodi/thn

*ei)\s *)aqh/nan

*ei)\s *(/hran

*ei)\s *dhmh/tran

*ei)\s *mhte/ra *qew=n

*ei)\s *(hrakle/a *leonto/qumon

*ei)\s *)asklhpio/n

*ei)\s *dioskou/rous

*ei)\s *(ermh=n

*ei)\s *pa=na

*ei)\s *(/hfaiston

*ei)\s *)apo/llwna

*ei)\s *poseidw=na

*ei)\s *(/upaton *kroni/dhn

*ei)\s *(esti/an

*ei)\s *mou/sas *kai\ *)apo/llwna

*ei)\s *dio/nuson

*ei)\s *)/artemin

*ei)\s *)aqh/nan

*ei)\s *(esti/an

*ei)\s *gh=n *mhte/ra *pa/ntwn

*ei)\s *(/hlion

*ei)\s *selh/nhn

*ei)\s *dioskou/rous


Funded by The Annenberg CPB/Project

Εἲς Δημήτραν

 

[Εἲς Ἀπόλλωνα Πύθιον]




ἄνα, καὶ Λυκίην καὶ Μῃονίην ἐρατεινὴν
[180] καὶ Μίλητον ἔχεις, ἔναλον πόλιν ἱμερόεσσαν,
αὐτὸς δ' αὖ Δήλοιο περικλύστοιο μέγ' ἀνάσσεις.


εἶσι δὲ φορμίζων Λητοῦς ἐρικυδέος υἱὸς
φόρμιγγι γλαφυρῇ πρὸς Πυθὼ πετρήεσσαν,
ἄμβροτα εἵματ' ἔχων τεθυωμένα: τοῖο δὲ φόρμιγξ
[185] χρυσέου ὑπὸ πλήκτρου καναχὴν ἔχει ἱμερόεσσαν.
ἔνθεν δὲ πρὸς Ὄλυμπον ἀπὸ χθονός, ὥστε νόημα,
εἶσι Διὸς πρὸς δῶμα θεῶν μεθ' ὁμήγυριν ἄλλων.
αὐτίκα δ' ἀθανάτοισι μέλει κίθαρις καὶ ἀοιδή:
Μοῦσαι μέν θ' ἅμα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ
[190] ὑμνεῦσίν ῥα θεῶν δῶρ' ἄμβροτα ἠδ' ἀνθρώπων
τλημοσύνας, ὅσ' ἔχοντες ὑπ' ἀθανάτοισι θεοῖσι
ζώουσ' ἀφραδέες καὶ ἀμήχανοι, οὐδὲ δύνανται
εὑρέμεναι θανάτοιό τ' ἄκος καὶ γήραος ἄλκαρ:
αὐτὰρ ἐυπλόκαμοι Χάριτες καὶ ἐύφρονες Ὧραι
[195] Ἁρμονίη θ' Ἥβη τε Διὸς θυγάτηρ τ' Ἀφροδίτη
ὀρχεῦντ' ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι:
τῇσι μὲν οὔτ' αἰσχρὴ μεταμέλπεται οὔτ' ἐλάχεια,
ἀλλὰ μάλα μεγάλη τε ἰδεῖν καὶ εἶδος ἀγητή,
Ἄρτεμις ἰοχέαιρα ὁμότροφος Ἀπόλλωνι.
[200] ἐν δ' αὖ τῇσιν Ἄρης καὶ ἐύσκοπος Ἀργειφόντης
παίζουσ': αὐτὰρ Φοῖβος Α'πόλλων ἐγκιθαρίζει
καλὰ καὶ ὕψι βιβάς: αἴγλη δέ μιν ἀμφιφαείνει
μαρμαρυγαί τε ποδῶν καὶ ἐυκλώστοιο χιτῶνος.
οἳ δ' ἐπιτέρπονται θυμὸν μέγαν εἰσορόωντες
[205] Λητώ τε χρυσοπλόκαμος καὶ μητίετα Ζεὺς
υἷα φίλον παίζοντα μετ' ἀθανάτοισι θεοῖσι.


πῶς τ' ἄρ σ' ὑμνήσω πάντως εὔυμνον ἐόντα;
ἠέ σ' ἐνὶ μνηστῆρσιν ἀείδω καὶ φιλότητι,
ὅππως μνωόμενος ἔκιες Ἀζαντίδα κούρην
[210] Ἴσχυ' ἅμ' ἀντιθέῳ Ἐλατιονίδη εὐίππῳ;
ἅμα Θόρβαντι Τριοπέῳ γένος, ἅμ' Ἐρευθεῖ;
ἅμα Λευκίππῳ καὶ Λευκίπποιο δάμαρτι
[γαπ ιν τεχτ] πεζός, δ' ἵπποισιν: οὐ μὴν Τρίοπός γ' ἐνέλειπεν.
ὡς τὸ πρῶτον χρηστήριον ἀνθρώποισι
[215] ζητεύων κατὰ γαῖαν ἔβης, ἑκατηβόλ' Ἄπολλον;
Πιερίην μὲν πρῶτον ἀπ' Οὐλύμποιο κατῆλθες:
Λέκτον τ' ἠμαθοέντα παρέστιχες ἠδ' Ἐνιῆνας
καὶ διὰ Περραιβούς: τάχα δ' εἰς Ἰαωλκὸν ἵκανες,
Κηναίου τ' ἐπέβης ναυσικλειτῆς Εὐβοίης.
[220] στῆς δ' ἐπὶ Ληλάντῳ πεδίῳ: τό τοι οὐχ ἅδε θυμῷ
τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα.
ἔνθεν δ' Εὔριπον διαβάς, ἑκατηβόλ' Ἄπολλον,
βῆς ἄν' ὄρος ζάθεον, χλωρόν: τάχα δ' ἷξες ἀπ' αὐτοῦ
ἐς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην.