LettersMachine readable text


Letters
By Demosthenes
Edited by: W. Rennie

Oxford: Clarendon Press 1931



Perseus Documents Collection Table of Contents



*peri\ th=s o(monoi/as

*peri\ th=s i)di/as kaqo/dou

*peri\ tw=n *lukou/rgou paidw=n

*peri\ th=s *qhrame/nous blasfhmi/as

*pro\s *(hrakleo/dwron

*pro\s th\n boulh\n kai\ to\n dh=mon to\n *)aqhnai/wn


Funded by The Annenberg CPB/Project

Περὶ τῆς ὁμονοίας

  [σεξτ. 11]

αἱ μὲν οὖν παρασκευαὶ καὶ δεῖ φυλάξασθαι, καὶ πράττων τις ἂν κατ' ἀνθρώπινον λογισμὸν μάλιστα κατορθοίη, σχεδὸν εἴρηταί μοι: τοῖς δὲ καθ' ἡμέραν ἐπιστατῆσαι, καὶ τοῖς ἐκ τοῦ παραχρῆμα συμβαίνουσιν ὀρθῶς χρῆσθαι, [σεξτ. 12] καὶ γνῶναι τὸν ἑκάστου καιρόν, καὶ κρῖναι τί τῶν πραγμάτων ἐξ ὁμιλίας δυνατὸν προσαγαγέσθαι καὶ τί βίας προσδεῖται, τῶν ἐφεστηκότων στρατηγῶν ἔργον ἐστίν. διὸ καὶ χαλεπωτάτην τάξιν ἔχει τὸ συμβουλεύειν: τὰ γὰρ ὀρθῶς βουλευθέντα καὶ δοκιμασθέντα σὺν πολλῇ σπουδῇ καὶ πόνῳ πολλάκις τῷ τοὺς ἐπιστάντας ἄλλως χρήσασθαι διελυμάνθη. [σεξτ. 13] νῦν μέντοι πάνθ' ἕξειν καλῶς ἐλπίζω. καὶ γὰρ εἴ τις ὑπείληφεν εὐτυχῆ τὸν Ἀλέξανδρον τῷ πάντα κατορθοῦν, ἐκεῖνο λογισάσθω, ὅτι πράττων καὶ πονῶν καὶ τολμῶν, οὐχὶ καθήμενος ηὐτύχει. νῦν τοίνυν τεθνεῶτος ἐκείνου ζητεῖ τινας τύχη μεθ' ὧν ἔσται. [σεξτ. 14] τούτους δ' ὑμᾶς δεῖ γενέσθαι. τούς θ' ἡγεμόνας, δι' ὧν ἀνάγκη τὰ πράγματα πράττεσθαι, ὡς εὐνουστάτους ἐπὶ τὰς δυνάμεις ἐφίστατε: καὶ τι ποιεῖν αὐτὸς ἕκαστος ὑμῶν δυνήσεται καὶ βουλήσεται, τοῦτο πρὸς αὑτὸν εἰπάτω καὶ ὑποσχέσθω. καὶ τοῦθ' ὅπως μὴ ψεύσεται, μηδ' ἐξηπατῆσθαι μηδὲ πεισθῆναι παρακρουσθεὶς φήσας ἀναδύσεται. [σεξτ. 15] ὡς τὴν ἔκδειαν ὧν ἂν ἐλλίπηθ' ὑμεῖς, οὐχ εὑρήσετε τοὺς ἀναπληρώσοντας: οὐδὲ τὸν αὐτὸν ἔχει κίνδυνον, περὶ ὧν ἐφ' ὑμῖν ἐστιν ὅπως ἂν βούλησθε πρᾶξαι μεταβουλεύεσθαι πολλάκις, καὶ περὶ ὧν ἂν ἐνστῇ πόλεμος: ἀλλ' περὶ τούτων μετάγνωσις ἧττα τῆς προαιρέσεως γίγνεται. μὴ δὴ ποιήσητε τοιοῦτο μηδέν, ἀλλ' τι πράξετε γενναίως καὶ ἑτοίμως ταῖς ψυχαῖς, [σεξτ. 16] τοῦτο χειροτονεῖτε, κἂν ἅπαξ ψηφίσησθε, τὸν Δία τὸν Δωδωναῖον καὶ τοὺς ἄλλους θεούς, οἳ πολλὰς καὶ καλὰς κἀγαθὰς καὶ ἀληθεῖς ὑμῖν μαντείας ἀνῃρήκασιν, ἡγεμόνας ποιησάμενοι καὶ παρακαλέσαντες, καὶ κατὰ τῶν νικητηρίων ἅπασιν αὐτοῖς εὐξάμενοι, μετὰ τῆς ἀγαθῆς τύχης ἐλευθεροῦτε τοὺς Ἕλληνας. εὐτυχεῖτε.