Letters By Demosthenes
Edited by:
W. Rennie
Oxford: Clarendon Press 1931
Perseus Documents Collection Table of Contents
*peri\ th=s o(monoi/as
*peri\ th=s i)di/as kaqo/dou
*peri\ tw=n *lukou/rgou paidw=n
*peri\ th=s *qhrame/nous blasfhmi/as
*pro\s *(hrakleo/dwron
*pro\s th\n boulh\n kai\ to\n dh=mon to\n *)aqhnai/wn
Funded by The Annenberg CPB/Project |
|
λεττερ 4
[σεξτ. 1] Δημοσθένης τῇ βουλῇ καὶ τῷ δημῷ χαίρειν. ἀκούω περὶ ἐμοῦ Θηραμένην ἄλλους τε λόγους βλασφήμους εἰρηκέναι καὶ δυστυχίαν προφέρειν. τὸ μὲν οὖν τοῦτον ἀγνοεῖν ὅτι λοιδορίας, ἣ μηδεμίαν κακίαν, καθ' ὅτου λέγεται, δείκνυσιν, οὐδέν ἐστ' ὄφελος παρ' εὖ φρονοῦσιν ἀνθρώποις, οὐχὶ θαυμάζω: τὸν γὰρ θρασὺν μὲν τῷ βίῳ, μὴ πολίτην δὲ τὴν φύσιν, ἐν ἐργαστηρίῳ δὲ τεθραμμένον ἐκ παιδός, αἰσθάνεσθαί τι τῶν τοιούτων ἀλογώτερον ἦν ἢ μὴ συνιέναι.
[σεξτ. 2] τούτῳ μὲν οὖν, ἐὰν ἀφίκωμαί ποτε καὶ σωθῶ, πειράσομαι διαλεχθῆναι περὶ ὧν εἰς ἐμὲ καὶ περὶ ὧν εἰς ὑμᾶς παροινεῖ, καὶ νομίζω, καίπερ οὐδὲν μετέχοντα τοῦ αἰσχύνεσθαι, μετριώτερον αὐτὸν ποιήσειν: ὑμῖν δὲ τοῦ κοινῇ συμφέροντος ἕνεκα βούλομαι δι' ἐπιστολῆς, οὓς περὶ τούτων ἔχω λόγους, δηλῶσαι. οἷς πάνυ τὸν νοῦν προσέχοντες ἀκούσατε: οἴομαι γὰρ αὐτοὺς οὐκ ἀκοῆς μόνον, ἀλλὰ καὶ μνήμης ἀξίους εἶναι.
|
|