Homeric HymnsMachine readable text


Homeric Hymns
By Anonymous
Edited by: Hugh G. Evelyn-White

Cambridge, MA.,Harvard University Press; London, William Heinemann Ltd. 1914



Perseus Documents Collection Table of Contents



*ei)\s *diw/nuson

*ei)\s *dhmh/tran
   *ei)\s *)apo/llwna [*dh/lion]
   [*ei)\s *)apo/llwna *pu/qion]

*ei)\s *(ermh=n

*ei)\s *)afrodi/thn

*ei)\s *)afrodi/thn

*ei)\s *diw/nuson

*ei)\s *)/area

*ei)\s *)/artemin

*ei)\s *)afrodi/thn

*ei)\s *)aqh/nan

*ei)\s *(/hran

*ei)\s *dhmh/tran

*ei)\s *mhte/ra *qew=n

*ei)\s *(hrakle/a *leonto/qumon

*ei)\s *)asklhpio/n

*ei)\s *dioskou/rous

*ei)\s *(ermh=n

*ei)\s *pa=na

*ei)\s *(/hfaiston

*ei)\s *)apo/llwna

*ei)\s *poseidw=na

*ei)\s *(/upaton *kroni/dhn

*ei)\s *(esti/an

*ei)\s *mou/sas *kai\ *)apo/llwna

*ei)\s *dio/nuson

*ei)\s *)/artemin

*ei)\s *)aqh/nan

*ei)\s *(esti/an

*ei)\s *gh=n *mhte/ra *pa/ntwn

*ei)\s *(/hlion

*ei)\s *selh/nhn

*ei)\s *dioskou/rous


Funded by The Annenberg CPB/Project

 


ὣς εἰπὼν ἱστόν τε καὶ ἱστίον ἕλκετο νηός.
ἔμπνευσεν δ' ἄνεμος μέσον ἱστίον: ἀμφὶ δ' ἄρ' ὅπλα
καττάνυσαν: τάχα δέ σφιν ἐφαίνετο θαυματὰ ἔργα.
[35] οἶνος μὲν πρώτιστα θοὴν ἀνὰ νῆα μέλαιναν
ἡδύποτος κελάρυζ' εὐώδης, ὤρνυτο δ' ὀδμὴ
ἀμβροσίη: ναύτας δὲ τάφος λάβε πάντας ἰδόντας.
αὐτίκα δ' ἀκρότατον παρὰ ἱστίον ἐξετανύσθη
ἄμπελος ἔνθα καὶ ἔνθα, κατεκρημνῶντο δὲ πολλοὶ
[40] βότρυες: ἀμφ' ἱστὸν δὲ μέλας εἱλίσσετο κισσός,
ἄνθεσι τηλεθάων, χαρίεις δ' ἐπὶ καρπὸς ὀρώρει:
πάντες δὲ σκαλμοὶ στεφάνους ἔχον: οἳ δὲ ἰδόντες,
νῆ' ἤδη τότ' ἔπειτα κυβερνήτην ἐκέλευον
γῇ πελάαν: δ' ἄρα σφι λέων γένετ' ἔνδοθι νηὸς
[45] δεινὸς ἐπ' ἀκροτάτης, μέγα δ' ἔβραχεν, ἐν δ' ἄρα μέσσῃ
ἄρκτον ἐποίησεν λασιαύχενα, σήματα φαίνων:
ἂν δ' ἔστη μεμαυῖα: λέων δ' ἐπὶ σέλματος ἄκρου
δεινὸν ὑπόδρα ἰδών: οἳ δ' ἐς πρύμνην ἐφόβηθεν,
ἀμφὶ κυβερνήτην δὲ σαόφρονα θυμὸν ἔχοντα
[50] ἔσταν ἄρ' ἐκπληγέντες: δ' ἐξαπίνης ἐπορούσας
ἀρχὸν ἕλ', οἳ δὲ θύραζε κακὸν μόρον ἐξαλύοντες
πάντες ὁμῶς πήδησαν, ἐπεὶ ἴδον, εἰς ἅλα δῖαν,
δελφῖνες δ' ἐγένοντο: κυβερνήτην δ' ἐλεήσας
ἔσχεθε καί μιν ἔθηκε πανόλβιον εἶπέ τε μῦθον:
[55]

θάρσει, δῖε κάτωρ, τῷ ἐμῷ κεχαρισμένε θυμῷ:
εἰμὶ δ' ἐγὼ Διόνυσος ἐρίβρομος, ὃν τέκε μήτηρ
Καδμηὶς Σεμέλη Διὸς ἐν φιλότητι μιγεῖσα.


χαῖρε, τέκος Σεμέλης εὐώπιδος: οὐδέ πη ἔστι
σεῖό γε ληθόμενον γλυκερὴν κοσμῆσαι ἀοιδήν.


ηψμν 8

Εἲς Ἄρεα




Ἆρες ὑπερμενέτα, βρισάρματε, χρυσεοπήληξ,
ὀβριμόθυμε, φέρασπι, πολισσόε, χαλκοκορυστά,
καρτερόχειρ, ἀμόγητε, δορισθενές, ἕρκος Ὀλύμπου,
Νίκης εὐπολέμοιο πάτερ, συναρωγὲ Θέμιστος,
[5] ἀντιβίοισι τύραννε, δικαιοτάτων ἀγὲ φωτῶν,
ἠνορέης σκηπτοῦχε, πυραυγέα κύκλον ἑλίσσων
αἰθέρος ἑπταπόροις ἐνὶ τείρεσιν, ἔνθα σε πῶλοι
ζαφλεγέες τριτάτης ὑπὲρ ἄντυγος αἰὲν ἔχουσι:
κλῦθι, βροτῶν ἐπίκουρε, δοτὴρ εὐθαρσέος ἥβης,
[10] πρηὺ καταστίλβων σέλας ὑψόθεν ἐς βιότητα
ἡμετέρην καὶ κάρτος ἀρήιον, ὥς κε δυναίμην
σεύασθαι κακότητα πικρὴν ἀπ' ἐμοῖο καρήνου,
καὶ ψυχῆς ἀπατηλὸν ὑπογνάμψαι φρεσὶν ὁρμήν,
θυμοῦ αὖ μένος ὀξὺ κατισχέμεν, ὅς μ' ἐρέθῃσι
[15] φυλόπιδος κρυερῆς ἐπιβαινέμεν: ἀλλὰ σὺ θάρσος
δός, μάκαρ, εἰρήνης τε μένειν ἐν ἀπήμοσι θεσμοῖς
δυσμενέων προφυγόντα μόθον Κῆράς τε βιαίους.


ηψμν 9

Εἲς Ἄρτεμιν




Ἄρτεμιν ὕμνει, Μοῦσα, κασιγνήτην Ἑκάτοιο.
παρθένον ἰοχέαιραν, ὁμότροφον Ἀπόλλωνος,
ἥθ' ἵππους ἄρσασα βαθυσχοίνοιο Μέλητος
ῥίμφα διὰ Σμύρνης παγχρύσεον ἅρμα διώκει
ἐς Κλάρον ἀμπελόεσσαν, ὅθ' ἀργυρότοξος Ἀπόλλων
[5] ἧσται μιμνάζων ἑκατηβόλον ἰοχέαιραν.


καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θ' ἅμα πᾶσαι ἀοιδῇ:
αὐτὰρ ἐγώ σε πρῶτα καὶ ἐκ σέθεν ἄρχομ' ἀείδειν,
σεῦ δ' ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.


ηψμν 10

Εἲς Ἀφροδίτην




κυπρογενῆ Κυθέρειαν ἀείσομαι, ἥτε βροτοῖσι
μείλιχα δῶρα δίδωσιν, ἐφ' ἱμερτῷ δὲ προσώπῳ
αἰεὶ μειδιάει καὶ ἐφ' ἱμερτὸν θέει ἄνθος.


χαῖρε, θεά, Σαλαμῖνος ἐυκτιμένης μεδέουσα
[5] εἰναλίης τε Κύπρου: δὸς δ' ἱμερόεσσαν ἀοιδήν.
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ' ἀοιδῆς.


ηψμν 11

Εἲς Ἀθήναν




Παλλάδ' Ἀθηναίην ἐρυσίπτολιν ἄρχομ' ἀείδειν,
δεινήν, σὺν Ἄρηι μέλει πολεμήια ἔργα
περθόμεναί τε πόληες ἀϋτή τε πτόλεμοί τε,
καί τ' ἐρρύσατο λαὸν ἰόντα τε νισσόμενόν τε.
[5]

χαῖρε, θεά, δὸς δ' ἄμμι τύχην εὐδαιμονίην τε.


ηψμν 12

Εἲς Ἥραν




Ἥρην ἀείδω χρυσόθρονον, ἣν τέκε Ῥείη,
ἀθανάτων βασίλειαν, ὑπείροχον εἶδος ἔχουσαν,
Ζηνὸς ἐριγδούποιο κασιγνήτην ἄλοχόν τε,
κυδρήν, ἣν πάντες μάκαρες κατὰ μακρὸν Ὄλυμπον
[5] ἁζόμενοι τίουσιν ὁμῶς Διὶ τερπικεραύνῳ.


ηψμν 13

Εἲς Δημήτραν




Δημήτηρ' ἠύκομον, σεμνὴν θεάν, ἄρχομ' ἀείδειν,
αὐτὴν καὶ κούρην, περικαλλέα Περσεφόνειαν.
[3]

χαῖρε, θεά, καὶ τήνδε σάου πόλιν: ἄρχε δ' ἀοιδῆς.


ηψμν 14

Εἲς Μητέρα Θεῶν




μητέρα μοι πάντων τε θεῶν πάντων τ' ἀνθρώπων
ὕμνει, Μοῦσα λίγεια, Διὸς θυγάτηρ μεγάλοιο,
κροτάλων τυπάνων τ' ἰαχὴ σύν τε βρόμος αὐλῶν
εὔαδεν ἠδὲ λύκων κλαγγὴ χαροπῶν τε λεόντων
[5] οὔρεά τ' ἠχήεντα καὶ ὑλήεντες ἔναυλοι.


καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θ' ἅμα πᾶσαι ἀοιδῇ.


ηψμν 15

Εἲς Ἡρακλέα Λεοντόθυμον




Ἡρακλέα, Διὸς υἱόν, ἀείσομαι, ὃν μέγ' ἄριστον
γείνατ' ἐπιχθονίων Θήβῃς ἔνι καλλιχόροισιν
Ἀλκμήνη μιχθεῖσα κελαινεφέι Κρονίωνι:
ὃς πρὶν μὲν κατὰ γαῖαν ἀθέσφατον ἠδὲ θάλασσαν
[5] πλαζόμενος πομπῇσιν ὕπ' Εὐρυσθῆος ἄνακτος
πολλὰ μὲν αὐτὸς ἔρεξεν ἀτάσθαλα, πολλὰ δ' ἀνέτλη:
νῦν δ' ἤδη κατὰ καλὸν ἕδος νιφόεντος Ὀλύμπου
ναίει τερπόμενος καὶ ἔχει καλλίσφυρον Ἥβην.


χαῖρε, ἄναξ, Διὸς υἱέ: δίδου δ' ἀρετήν τε καὶ ὄλβον.


ηψμν 16

Εἲς Ἀσκληπιόν




ἰητῆρα νόσων Ἀσκληπιὸν ἄρχομ' ἀείδειν,
υἱὸν Ἀπόλλωνος, τὸν ἐγείνατο δῖα Κορωνὶς
Δωτίῳ ἐν πεδίῳ, κούρη Φλεγύου βασιλῆος,
χάρμα μέγ' ἀνθρώποισι, κακῶν θελκτῆρ' ὀδυνάων.
[5]

καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ: λίτομαι δέ σ' ἀοιδῇ.


ηψμν 17

Εἲς Διοσκούρους




Κάστορα καὶ Πολυδεύκἐ ἀείσεο, Μοῦσα λίγεια,
Τυνδαρίδας, οἳ Ζηνὸς Ὀλυμπίου ἐξεγένοντο:
τοὺς ὑπὸ Τηϋγέτου κορυφῇς τέκε πότνια Λήδη
λάθρη ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι.
[5]

χαίρετε, Τυνδαρίδαι, ταχέων ἐπιβήτορες ἵππων.


ηψμν 18

Εἲς Ἑρμῆν




Ἑρμῆν ἀείδω Κυλλήνιον, Ἀργειφόντην,
Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,
ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα,
Ατλαντος θυγάτηρ, Διὸς ἐν φιλότητι μιγεῖσα,
[5] αἰδοίη: μακάρων δὲ θεῶν ἀλέεινεν ὅμιλον,
ἄντρῳ ναιετάουσα παλισκίῳ: ἔνθα Κρονίων
νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,
εὖτε κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην:
λάνθανε δ' ἀθανάτους τε θεοὺς θνητούς τ' ἀνθρώπους.
[10]

καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος υἱέ:
σεῦ δ' ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.
[χαῖρ'. Ἑρμῆ χαριδῶτα, διάκτορε, δῶτορ ἐάων.]


ηψμν 19

Εἲς Πᾶνα




ἀμφί μοι Ἑρμείαο φίλον γόνον ἔννεπε, Μοῦσα,
αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ὅστ' ἀνὰ πίση
δενδρήεντ' ἄμυδις φοιτᾷ χορογηθέσι νύμφαις,
αἵ τε κατ' αἰγίλιπος πέτρης στείβουσι κάρηνα
[5] Πᾶν' ἀνακεκλόμεναι, νόμιον θεόν, ἀγλαέθειρον,
αὐχμήενθ', ὃς πάντα λόφον νιφόεντα λέλογχε
καὶ κορυφὰς ὀρέων καὶ πετρήεντα κάρηνα.
φοιτᾷ δ' ἔνθα καὶ ἔνθα διὰ ῥωπήια πυκνά,
ἄλλοτε μὲν ῥείθροισιν ἐφελκόμενος μαλακοῖσιν,
[10] ἄλλοτε δ' αὖ πέτρῃσιν ἐν ἠλιβάτοισι διοιχνεῖ,
ἀκροτάτην κορυφὴν μηλοσκόπον εἰσαναβαίνων.
πολλάκι δ' ἀργινόεντα διέδραμεν οὔρεα μακρά,
πολλάκι δ' ἐν κνημοῖσι διήλασε θῆρας ἐναίρων,
ὀξέα δερκόμενος: τότε δ' ἕσπερος ἔκλαγεν οἶον
[15] ἄγρης ἐξανιών, δονάκων ὕπο μοῦσαν ἀθύρων
νήδυμον: οὐκ ἂν τόν γε παραδράμοι ἐν μελέεσσιν
ὄρνις, ἥτ' ἔαρος πολυανθέος ἐν πετάλοισι
θρῆνον ἐπιπροχέουσ' ἀχέει μελίγηρυν ἀοιδήν.
σὺν δέ σφιν τότε Νύμφαι ὀρεστιάδες λιγύμολποι
[20] φοιτῶσαι πύκα ποσσὶν ἐπὶ κρήνῃ μελανύδρῳ
μέλπονται: κορυφὴν δὲ περιστένει οὔρεος Ἠχώ:
δαίμων δ' ἔνθα καὶ ἔνθα χορῶν, τοτὲ δ' ἐς μέσον ἕρπων,
πυκνὰ ποσὶν διέπει, λαῖφος δ' ἐπὶ νῶτα δαφοινὸν
λυγκὸς ἔχει, λιγυρῇσιν ἀγαλλόμενος φρένα μολπαῖς
[25] ἐν μαλακῷ λειμῶνι, τόθι κρόκος ἠδ' ὑάκινθος
εὐώδης θαλέθων καταμίσγεται ἄκριτα ποίῃ.


ὑμνεῦσιν δὲ θεοὺς μάκαρας καὶ μακρὸν Ὄλυμπον:
οἷόν θ' Ἑρμείην ἐριούνιον ἔξοχον ἄλλων
ἔννεπον, ὡς γ' ἅπασι θεοῖς θοὸς ἄγγελός ἐστι,
[30] καί ῥ' γ' ἐς Ἀρκαδίην πολυπίδακα, μητέρα μήλων,
ἐξίκετ', ἔνθα τέ οἱ τέμενος Κυλληνίου ἐστίν.
ἔνθ' γε καὶ θεὸς ὢν ψαφαρότριχα μῆλ' ἐνόμευεν
ἀνδρὶ πάρα θνητῷ θάλε γὰρ πόθος ὑγρὸς ἐπελθὼν
νύμφῃ ἐυπλοκάμῳ Δρύοπος φιλότητι μιγῆναι:
[35] ἐκ δ' ἐτέλεσσε γάμον θαλερόν. τέκε δ' ἐν μεγάροισιν
Ἑρμείῃ φίλον υἱόν, ἄφαρ τερατωπὸν ἰδέσθαι,
αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ἡδυγέλωτα:
φεῦγε δ' ἀναί̈ξασα, λίπεν δ' ἄρα παῖδα τιθήνη
δεῖσε γάρ, ὡς ἴδεν ὄψιν ἀμείλιχον, ἠυγένειον.
[40] τὸν δ' αἶψ' Ἑρμείας ἐριούνιος εἰς χέρα θῆκε
δεξάμενος, χαῖρεν δὲ νόῳ περιώσια δαίμων.
ῥίμφα δ' ἐς ἀθανάτων ἕδρας κίε παῖδα καλύψας
δέρμασιν ἐν πυκινοῖσιν ὀρεσκῴοιο λαγωοῦ
πὰρ δὲ Ζηνὶ κάθιζε καὶ ἄλλοις ἀθανάτοισι,
[45] δεῖξε δὲ κοῦρον ἑόν: πάντες δ' ἄρα θυμὸν ἔτερφθεν
ἀθάνατοι, περίαλλα δ' Βάκχειος Διόνυσος:
Πᾶνα δέ μιν καλέεσκον, ὅτι φρένα πᾶσιν ἔτερψε.


καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ, ἵλαμαι δέ σ' ἀοιδῇ
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ' ἀοιδῆς.


ηψμν 20

Εἲς Ἥφαιστον




Ἥφαιστον κλυτόμητιν ἀείσεο, Μοῦσα λίγεια,
ὃς μετ' Ἀθηναίης γλαυκώπιδος ἀγλαὰ ἔργα
ἀνθρώπους ἐδίδαξεν ἐπὶ χθονός, οἳ τὸ πάρος περ
ἄντροις ναιετάασκον ἐν οὔρεσιν, ἠύτε θῆρες.
[5] νῦν δὲ δι' Ἥφαιστον κλυτοτέχνην ἔργα δαέντες
ῥηιδίως αἰῶνα τελεσφόρον εἰς ἐνιαυτὸν
εὔκηλοι διάγουσιν ἐνὶ σφετέροισι δόμοισιν.


ἀλλ' ἵληθ', Ἥφαιστε: δίδου δ' ἀρετήν τε καὶ ὄλβον.


ηψμν 21

Εἲς Ἀπόλλωνα




φοῖβε, σὲ μὲν καὶ κύκνος ὑπὸ πτερύγων λίγ' ἀείδει,
ὄχθῃ ἐπιθρώσκων ποταμὸν πάρα δινήεντα,
Πηνειόν: σὲ δ' ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν
ἡδυεπὴς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδει.
[5]

καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ, ἵλαμαι δέ σ' ἀοιδῇ.


ηψμν 22

Εἲς Ποσειδῶνα




ἀμφὶ Ποσειδάωτα, μέγαν θεόν, ἄρχομ' ἀείδειν,
γαίης κινητῆρα καὶ ἀτρυγέτοιο θαλάσσης,
πόντιον, ὅσθ' Ἑλικῶνα καὶ εὐρείας ἔχει Αἰγάς.
διχθά τοι, Ἐννοσίγαιε, θεοὶ τιμὴν ἐδάσαντο,
[5] ἵππων τε δμητῆρ' ἔμεναι σωτῆρά τε νηῶν.


χαῖρε, Ποσείδαον γαιήοχε, κυανοχαῖτα,
καί, μάκαρ, εὐμενὲς ἦτορ ἔχων πλώουσιν ἄρηγε.


ηψμν 23

Εἲς Ὕπατον Κρονίδην




Ζῆνα θεῶν τὸν ἄριστον ἀείσομαι ἠδὲ μέγιστον,
εὐρύοπα, κρείοντα, τελεσφόρον, ὅστε Θέμιστι
ἐγκλιδὸν ἑζομένῃ πυκινοὺς ὀάρους ὀαρίζει.
[4]

ἵληθ', εὐρύοπα Κρονίδη, κύδιστε μέγιστε.


ηψμν 24

Εἲς Ἑστίαν




ἑστίη, ἥτε ἄνακτος Ἀπόλλωνος ἑκάτοιο
Πυθοῖ ἐν ἠγαθέῃ ἱερὸν δόμον ἀμφιπολεύεις,
αἰεὶ σῶν πλοκάμων ἀπολείβεται ὑγρὸν ἔλαιον:
ἔρχεο τόνδ' ἀνὰ οἶκον, ἕν' ἔρχεο θυμὸν ἔχουσα
[5] σὺν Διὶ μητιόεντι: χάριν δ' ἅμ' ὄπασσον ἀοιδῇ.


ηψμν 25

Εἲς Μούσας Καὶ Ἀπόλλωνα




μουσάων ἄρχωμαι Ἀπόλλωνός τε Διός τε:
ἐκ γὰρ Μουσάων καὶ ἑκηβόλου Ἀπόλλωνος
ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθονὶ καὶ κιθαρισταί,
ἐκ δὲ Διὸς βασιλῆες: δ' ὄλβιος, ὅν τινα Μοῦσαι
[5] φίλωνται: γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.


χαίρετε, τέκνα Διός, καὶ ἐμὴν τιμήσατ' ἀοιδήν:
αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ' ἀοιδῆς.


ηψμν 26

Εἲς Διόνυσον




κισσοκόμην Διόνυσον ἐρίβρομον ἄρχομ' ἀείδειν,
Ζηνὸς καὶ Σεμέλης ἐρικυδέος ἀγλαὸν υἱόν,
ὃν τρέφον ἠύκομοι Νύμφαι παρὰ πατρὸς ἄνακτος
δεξάμεναι κόλποισι καὶ ἐνδυκέως ἀτίταλλον
[5] Νύσης ἐν γυάλοις: δ' ἀέξετο πατρὸς ἕκητι
ἄντρῳ ἐν εὐώδει μεταρίθμιος ἀθανάτοισιν.
αὐτὰρ ἐπειδὴ τόνδε θεαὶ πολύυμνον ἔθρεψαν,
δὴ τότε φοιτίζεσκε καθ' ὑλήεντας ἐναύλους,
κισσῷ καὶ δάφνῃ πεπυκασμένος: αἳ δ' ἅμ' ἕποντο
[10] Νύμφαι, δ' ἐξηγεῖτο: βρόμος δ' ἔχεν ἄσπετον ὕλην.


καὶ σὺ μὲν οὕτω χαῖρε, πολυστάφυλ' Διόνυσε:
δὸς δ' ἡμᾶς χαίροντας ἐς ὥρας αὖτις ἱκέσθαι,
ἐκ δ' αὖθ' ὡράων εἰς τοὺς πολλοὺς ἐνιαυτούς.


ηψμν 27

Εἲς Ἄρτεμιν




Ἄρτεμιν ἀείδω χρυσηλάκατον, κελαδεινήν,
παρθένον αἰδοίην, ἐλαφηβόλον, ἰοχέαιραν,
αὐτοκασιγνήτην χρυσαόρου Ἀπόλλωνος,
κατ' ὄρη σκιόεντα καὶ ἄκριας ἠνεμοέσσας
[5] ἄγρῃ τερπομένη παγχρύσεα τόξα τιταίνει
πέμπουσα στονόεντα βέλη: τρομέει δὲ κάρηνα
ὑψηλῶν ὀρέων, ἰάχει δ' ἔπι δάσκιος ὕλη
δεινὸν ὑπὸ κλαγγῆς θηρῶν, φρίσσει δέ τε γαῖα
πόντος τ' ἰχθυόεις: δ' ἄλκιμον ἦτορ ἔχουσα
[10] πάντη ἐπιστρέφεται θηρῶν ὀλέκουσα γενέθλην.
αὐτὰρ ἐπὴν τερφθῇ θηροσκόπος ἰοχέαιρα,
εὐφρήνῃ δὲ νόον, χαλάσασ' εὐκαμπέα τόξα
ἔρχεται ἐς μέγα δῶμα κασιγνήτοιο φίλοιο,
Φοίβου Ἀπόλλωνος, Δελφῶν ἐς πίονα δῆμον,
[15] Μουσῶν καὶ Χαρίτων καλὸν χορὸν ἀρτυνέουσα.
ἔνθα κατακρεμάσασα παλίντονα τόξα καὶ ἰοὺς
ἡγεῖται χαρίεντα περὶ χροὶ̈ κόσμον ἔχουσα,
ἐξάρχουσα χορούς: αἳ δ' ἀμβροσίην ὄπ' ἰεῖσαι
ὑμνεῦσιν Λητὼ καλλίσφυρον, ὡς τέκε παῖδας
[20] ἀθανάτων βουλῇ τε καὶ ἔργμασιν ἔξοχ' ἀρίστους.


χαίρετε, τέκνα Διὸς καὶ Λητοῦς ἠυκόμοιο:
αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ' ἀοιδῆς.


ηψμν 28

Εἲς Ἀθήναν




Παλλάδ' Ἀθηναίην, κυδρὴν θεόν, ἄρχομ' ἀείδειν
γλαυκῶπιν, πολύμητιν, ἀμείλιχον ἦτορ ἔχουσαν,
παρθένον αἰδοίην, ἐρυσίπτολιν, ἀλκήεσσαν,
Τριτογενῆ, τὴν αὐτὸς ἐγείνατο μητίετα Ζεὺς
[5] σεμνῆς ἐκ κεφαλῆς, πολεμήια τεύχε' ἔχουσαν,
χρύσεα, παμφανόωντα: σέβας δ' ἔχε πάντας ὁρῶντας
ἀθανάτους: δὲ πρόσθεν Διὸς αἰγιόχοιο
ἐσσυμένως ὤρουσεν ἀπ' ἀθανάτοιο καρήνου,
σείσασ' ὀξὺν ἄκοντα: μέγας δ' ἐλελίζετ' Ὄλυμπος
[10] δεινὸν ὑπὸ βρίμης γλαυκώπιδος: ἀμφὶ δὲ γαῖα
σμερδαλέον ἰάχησεν: ἐκινήθη δ' ἄρα πόντος,
κύμασι πορφυρέοισι κυκώμενος: ἔκχυτο δ' ἅλμη
ἐξαπίνης: στῆσεν δ' Ὑπερίονος ἀγλαὸς υἱὸς
ἵππους ὠκύποδας δηρὸν χρόνον, εἰσότε κούρη
[15] εἵλετ' ἀπ' ἀθανάτων ὤμων θεοείκελα τεύχη
Παλλὰς Ἀθηναίη: γήθησε δὲ μητίετα Ζεύς.


καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς τέκος αἰγιόχοιο:
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ' ἀοιδῆς.


ηψμν 29

Εἲς Ἑστίαν




ἑστίη, πάντων ἐν δώμασιν ὑψηλοῖσιν
ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ' ἀνθρώπων
ἕδρην ἀίδιον ἔλαχες, πρεσβηίδα τιμήν,
καλὸν ἔχουσα γέρας καὶ τίμιον: οὐ γὰρ ἄτερ σοῦ
[5] εἰλαπίναι θνητοῖσιν, ἵν' οὐ πρώτῃ πυμάτῃ τε
Ἑστίῃ ἀρχόμενος σπένδει μελιηδέα οἶνον:
καὶ σύ μοι, Ἀργειφόντα, Διὸς καὶ Μαιάδος υἱέ,
ἄγγελε τῶν μακάρων, χρυσόρραπι, δῶτορ ἐάων,
[10] ἵλαος ὢν ἐπάρηγε σὺν αἰδοίῃ τε φίλῃ τε.
[5] ναίετε δώματα καλά, φίλα φρεσὶν ἀλλήλοισιν
[11] εἰδότες: ἀμφότεροι γὰρ ἐπιχθονίων ἀνθρώπων
εἰδότες ἔργματα καλὰ νόῳ θ' ἕσπεσθε καὶ ἥβῃ.


χαῖρε, Κρόνου θύγατερ, σύ τε καὶ χρυσόρραπις Ἑρμῆς:
αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ' ἀοιδῆς.


ηψμν 30

Εἲς Γῆν Μητέρα Πάντων




γαῖαν παμμήτειραν ἀείσομαι, ἠυθέμεθλον,
πρεσβίστην, φέρβει ἐπὶ χθονὶ πάνθ' ὁπόσ' ἐστίν,
ἠμὲν ὅσα χθόνα δῖαν ἐπέρχεται ἠδ' ὅσα πόντον
ἠδ' ὅσα πωτῶνται, τάδε φέρβεται ἐκ σέθεν ὄλβου.
[5] ἐκ σέο δ' εὔπαιδές τε καὶ εὔκαρποι τελέθουσι,
πότνια, σεῦ δ' ἔχεται δοῦναι βίον ἠδ' ἀφελέσθαι
θνητοῖς ἀνθρώποισιν: δ' ὄλβιος, ὅν κε σὺ θυμῷ
πρόφρων τιμήσῃς: τῷ τ' ἄφθονα πάντα πάρεστι.
βρίθει μέν σφιν ἄρουρα φερέσβιος ἠδὲ κατ' ἀγροὺς
[10] κτήνεσιν εὐθηνεῖ, οἶκος δ' ἐμπίπλαται ἐσθλῶν:
αὐτοὶ δ' εὐνομίῃσι πόλιν κάτα καλλιγύναικα
κοιρανέουσ', ὄλβος δὲ πολὺς καὶ πλοῦτος ὀπηδεῖ:
παῖδες δ' εὐφροσύνῃ νεοθηλέι κυδιόωσι
παρθενικαί τε χοροῖς πολυανθέσιν εὔφρονι θυμῷ
[15] παίζουσαι σκαίρουσι κατ' ἄνθεα μαλθακὰ ποίης,
οὕς κε σὺ τιμήσῃς, σεμνὴ θεά, ἄφθονε δαῖμον.


χαῖρε, θεῶν μήτηρ, ἄλοχ' Οὐρανοῦ ἀστερόεντος,
πρόφρων δ' ἀντ' ᾠδῆς βίοτον θυμήρε' ὄπαζε:
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ' ἀοιδῆς.


ηψμν 31

Εἲς Ἥλιον




ἥλιον ὑμνεῖν αὖτε Διὸς τέκος ἄρχεο Μοῦσα,
Καλλιόπη, φαέθοντα, τὸν Εὐρυφάεσσα βοῶπις
γείνατο Γαίης παιδὶ καὶ Οὐρανοῦ ἀστερόεντος:
γῆμε γὰρ Εὐρυφάεσσαν ἀγακλειτὴν Ὑπερίων,
[5] αὐτοκασιγνήτην, οἱ τέκε κάλλιμα τέκνα,
Ἠῶ τε ῥοδόπηχυν ἐυπλόκαμόν τε Σελήνην
Ἠέλιόν τ' ἀκάμαντ', ἐπιείκελον ἀθανάτοισιν,
ὃς φαίνει θνητοῖσι καὶ ἀθανάτοισι θεοῖσιν
ἵπποις ἐμβεβαώς: σμερδνὸν δ' γε δέρκεται ὄσσοις
[10] χρυσέης ἐκ κόρυθος: λαμπραὶ δ' ἀκτῖνες ἀπ' αὐτοῦ
αἰγλῆεν στίλβουσι παρὰ κροτάφων δέ τ' ἔθειραι
λαμπραὶ ἀπὸ κρατὸς χαρίεν κατέχουσι πρόσωπον
τηλαυγές: καλὸν δὲ περὶ χροὶ̈ λάμπεται ἔσθος
λεπτουργές, πνοιῇ ἀνέμων: ὕπο δ' ἄρσενες ἵπποι.
[15] ἔνθ' ἄρ' γε στήσας χρυσόζυγον ἅρμα καὶ ἵππους,
[15α] [αὐτόθι παύεται ἄκρου ἐπ' οὐρανοῦ, εἰσόκεν αὖτις]
θεσπέσιος πέμπῃσι δι' οὐρανοῦ Ὠκεανόνδε.


χαῖρε, ἄναξ, πρόφρων δὲ βίον θυμήρε' ὄπαζε.
ἐκ σέο δ' ἀρξάμενος κλῄσω μερόπων γένος ἀνδρῶν
ἡμιθέων, ὧν ἔργα θεαὶ θνητοῖσιν ἔδειξαν.


ηψμν 32

Εἲς Σελήνην




μήνην ἀείδειν τανυσίπτερον ἔσπετε, Μοῦσαι,
ἡδυεπεῖς κοῦραι Κρονίδεω Διός, ἵστορες ᾠδῆς:
ἧς ἄπο αἴγλη γαῖαν ἑλίσσεται οὐρανόδεικτος
κρατὸς ἀπ' ἀθανάτοιο, πολὺς δ' ὑπὸ κόσμος ὄρωρεν
[5] αἴγλης λαμπούσης: στίλβει δέ τ' ἀλάμπετος ἀὴρ
χρυσέου ἀπὸ στεφάνου, ἀκτῖνες δ' ἐνδιάονται,
εὖτ' ἂν ἀπ' Ὠκεανοῖο λοεσσαμένη χρόα καλόν,
εἵματα ἑσσαμένη τηλαυγέα δῖα Σελήνη,
ζευξαμένη πώλους ἐριαύχενας, αἰγλήεντας,
[10] ἐσσυμένως προτέρωσ' ἐλάσῃ καλλίτριχας ἵππους,
ἑσπερίη, διχόμηνος: δὲ πλήθει μέγας ὄγμος
λαμπρόταταί τ' αὐγαὶ τότ' ἀεξομένης τελέθουσιν
οὐρανόθεν: τέκμωρ δὲ βροτοῖς καὶ σῆμα τέτυκται.


τῇ ῥά ποτε Κρονίδης ἐμίγη φιλότητι καὶ εὐνῇ:
[15] δ' ὑποκυσαμένη Πανδείην γείνατο κούρην,
ἐκπρεπὲς εἶδος ἔχουσαν ἐν ἀθανάτοισι θεοῖσι.


χαῖρε, ἄνασσα, θεὰ λευκώλενε, δῖα Σελήνη,
πρόφρον, ἐυπλόκαμος: σέο δ' ἀρχόμενος κλέα φωτῶν
ᾄσομαι ἡμιθέων, ὧν κλείουσ' ἔργματ' ἀοιδοί,
[20] Μουσάων θεράποντες, ἀπὸ στομάτων ἐροέντων.


ηψμν 33

Εἲς Διοσκούρους




ἀμφὶ Διὸς κούρους, ἑλικώπιδες ἔσπετε Μοῦσαι,
Τυνδαρίδας, Λήδης καλλισφύρου ἀγλαὰ τέκνα,
Κάστορά θ' ἱππόδαμον καὶ ἀμώμητον Πολυδεύκεα,
τοὺς ὑπὸ Ταϋγέτου κορυφῇ ὄρεος μεγάλοιο
[5] μιχθεῖσ' ἐν φιλότητι κελαινεφέι Κρονίωνι
σωτῆρας τέκε παῖδας ἐπιχθονίων ἀνθρώπων
ὠκυπόρων τε νεῶν, ὅτε τε σπέρχωσιν ἄελλαι
χειμέριαι κατὰ πόντον ἀμείλιχον: οἳ δ' ἀπὸ νηῶν
εὐχόμενοι καλέουσι Διὸς κούρους μεγάλοιο
[10] ἄρνεσσιν λευκοῖσιν, ἐπ' ἀκρωτήρια βάντες
πρύμνης: τὴν δ' ἄνεμός τε μέγας καὶ κῦμα θαλάσσης
θῆκαν ὑποβρυχίην: οἳ δ' ἐξαπίνης ἐφάνησαν
ξουθῇσι πτερύγεσσι δι' αἰθέρος ἀίξαντες,
αὐτίκα δ' ἀργαλέων ἀνέμων κατέπαυσαν ἀέλλας,
[15] κύματα δ' ἐστόρεσαν λευκῆς ἁλὸς ἐν πελάγεσσι,
σήματα καλά, πόνου ἀπονόσφισιν: οἳ δὲ ἰδόντες
γήθησαν, παύσαντο δ' ὀιζυροῖο πόνοιο.


χαίρετε, Τυνδαρίδαι, ταχέων ἐπιβήτορες ἵππων:
αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ' ἀοιδῆς.