OrestesMachine readable text


Orestes
By Euripides
Edited by: Gilbert Murray

Oxford Clarendon Press, Oxford 1913



Perseus Documents Collection Table of Contents




Funded by The Annenberg CPB/Project

 

Ἠλέκτρα
Οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδ' εἰπεῖν ἔπος
οὐδὲ πάθος οὐδὲ ξυμφορὰ θεήλατος,
ἧς οὐκ ἂν ἄραιτ' ἄχθος ἀνθρώπου φύσις.
γὰρ μακάριος κοὐκ ὀνειδίζω τύχας
[5] Διὸς πεφυκώς, ὡς λέγουσι, Τάνταλος
κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον
ἀέρι ποτᾶται: καὶ τίνει ταύτην δίκην,
ὡς μὲν λέγουσιν, ὅτι θεοῖς ἄνθρωπος ὢν
κοινῆς τραπέζης ἀξίωμ' ἔχων ἴσον,
[10] ἀκόλαστον ἔσχε γλῶσσαν, αἰσχίστην νόσον.
οὗτος φυτεύει Πέλοπα, τοῦ δ' Ἀτρεὺς ἔφυ,
στέμματα ξήνασ' ἐπέκλωσεν θεὰ
ἔριν, Θυέστῃ πόλεμον ὄντι συγγόνῳ
θέσθαι. τί τἄρρητ' ἀναμετρήσασθαί με δεῖ;
[15] ἔδαισε δ' οὖν νιν τέκν' ἀποκτείνας Ἀτρεύς.
Ἀτρέως δέ: τὰς γὰρ ἐν μέσῳ σιγῶ τύχας:
κλεινός, εἰ δὴ κλεινός, Ἀγαμέμνων ἔφυ
Μενέλεώς τε Κρήσσης μητρὸς Ἀερόπης ἄπο.
γαμεῖ δ' μὲν δὴ τὴν θεοῖς στυγουμένην
[20] Μενέλαος Ἑλένην, δὲ Κλυταιμήστρας λέχος
ἐπίσημον εἰς Ἕλληνας Ἀγαμέμνων ἄναξ:
παρθένοι μὲν τρεῖς ἔφυμεν ἐκ μιᾶς,
Χρυσόθεμις Ἰφιγένειά τ' Ἠλέκτρα τ' ἐγώ,
ἄρσην δ' Ὀρέστης, μητρὸς ἀνοσιωτάτης,
[25] πόσιν ἀπείρῳ περιβαλοῦσ' ὑφάσματι
ἔκτεινεν: ὧν δ' ἕκατι, παρθένῳ λέγειν
οὐ καλόν: ἐῶ τοῦτ' ἀσαφὲς ἐν κοινῷ σκοπεῖν.
Φοίβου δ' ἀδικίαν μὲν τί δεῖ κατηγορεῖν;
πείθει δ' Ὀρέστην μητέρ' σφ' ἐγείνατο
[30] κτεῖναι, πρὸς οὐχ ἅπαντας εὔκλειαν φέρον.
ὅμως δ' ἀπέκτειν' οὐκ ἀπειθήσας θεῷ:
κἀγὼ μετέσχον, οἷα δὴ γυνή, φόνου.
Πυλάδης θ', ὃς ἡμῖν συγκατείργασται τάδε.