LettersMachine readable text


Letters
By Demosthenes
Edited by: W. Rennie

Oxford: Clarendon Press 1931



Perseus Documents Collection Table of Contents



*peri\ th=s o(monoi/as

*peri\ th=s i)di/as kaqo/dou

*peri\ tw=n *lukou/rgou paidw=n

*peri\ th=s *qhrame/nous blasfhmi/as

*pro\s *(hrakleo/dwron

*pro\s th\n boulh\n kai\ to\n dh=mon to\n *)aqhnai/wn


Funded by The Annenberg CPB/Project

 

λεττερ 6

Πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων

[σεξτ. 1]

Δημοσθένης τῇ βουλῇ καὶ τῷ δημῷ χαίρειν. ἦλθεν ἐπιστολὴ παρ' Ἀντιφίλου πρὸς τοὺς τῶν συμμάχων συνέδρους, τοῖς μὲν βουλομένοις ἀγαθὰ προσδοκᾶν ἱκανῶς γεγραμμένη, τοῖς δ' ὑπηρετοῦσιν Ἀντιπάτρῳ πολλοὺς καὶ δυσχερεῖς ἀπολείπουσα λόγους, οἳ παραλαβόντες τὰ παρ' Ἀντιπάτρου γράμματα πρὸς Δείναρχον εἰς Κόρινθον ἐλθόντα, ἁπάσας τὰς ἐν Πελοποννήσῳ πόλεις τοιούτων λόγων ἔπλησαν οἵων εἰς κεφαλὴν αὐτοῖς τρέψειαν οἱ θεοί. [σεξτ. 2] ἀφικομένου δὲ τοῦ νῦν ἥκοντος μετὰ τοῦ παρ' ἐμοῦ φέροντος γράμματα παρὰ Πολεμαίστου πρὸς τὸν ἀδελφὸν Ἐπίνικον, ἄνδρ' ὑμῖν εὔνουν καὶ ἐμοὶ φίλον, κἀκείνου πρὸς ἔμ' ἀγαγόντος, ἀκούσαντί μοι ἔλεγεν ἐδόκει πρὸς ὑμᾶς αὐτὸν ἀποστεῖλαι, ὅπως πάντα σαφῶς ἀκούσαντες τὰ ἐν τῷ στρατοπέδῳ γεγονότα τοῦ περὶ τὴν μάχην παραγεγενημένου τό τ' εἰς τὸ παρὸν θαρρῆτε, καὶ τὰ λοιπὰ τῶν θεῶν θελόντων ὡς βούλεσθ' ἕξειν ὑπολαμβάνητε. εὐτυχεῖτε.