LettersMachine readable text


Letters
By Demosthenes
Edited by: W. Rennie

Oxford: Clarendon Press 1931



Perseus Documents Collection Table of Contents



*peri\ th=s o(monoi/as

*peri\ th=s i)di/as kaqo/dou

*peri\ tw=n *lukou/rgou paidw=n

*peri\ th=s *qhrame/nous blasfhmi/as

*pro\s *(hrakleo/dwron

*pro\s th\n boulh\n kai\ to\n dh=mon to\n *)aqhnai/wn


Funded by The Annenberg CPB/Project

 

λεττερ 2

Περὶ τῆς ἰδίας καθόδου

[σεξτ. 1]

Δημοσθένης τῇ βουλῇ καὶ τῷ δημῷ χαίρειν. ἐνόμιζον μὲν ἀφ' ὧν ἐπολιτευόμην, οὐχ ὅπως μηδὲν ὑμᾶς ἀδικῶν τοιαῦτα πείσεσθαι, ἀλλὰ καὶ μέτρι' ἐξαμαρτὼν συγγνώμης τεύξεσθαι. ἐπειδὴ δ' οὕτως γέγονεν, ἕως μὲν ἑώρων ὑμᾶς, οὐδεμιᾶς ἀποδείξεως φανερᾶς οὐδ' ἐλέγχου γιγνομένου παρὰ τῆς βουλῆς, πρὸς τὰ ταύτης ἀπόρρητα καταψηφιζομένους ἁπάντων, οὐδὲν ἐλαττόνων παραχωρεῖν ὑμᾶς ἡγούμενος ἐμαυτὸν ἀποστερεῖσθαι, στέργειν ᾑρούμην: τὸ γὰρ οἷς ἂν βουλὴ φήσῃ τοὺς ὀμωμοκότας δικαστὰς προστίθεσθαι μηδεμιᾶς ἀποδείξεως ῥηθείσης, τῆς πολιτείας παραχωρεῖν ἦν. [σεξτ. 2] ἐπειδὴ δὲ καλῶς ποιοῦντες ᾔσθησθε τὴν δυναστείαν ἥν τινες τῶν ἐν τῇ βουλῇ κατεσκευάζονθ' ἑαυτοῖς, καὶ πρὸς τὰς ἀποδείξεις τοὺς ἀγῶνας κρίνετε, τὰ δ' ἀπόρρητα <τὰ> τούτων ἐπιτιμήσεως ἄξι' ηὑρήκατε, οἶμαι δεῖν, ἐὰν καὶ ὑμῖν βουλομένοις , τῆς ὁμοίας τυχεῖν σωτηρίας τοῖς τῶν ὁμοίων αἰτιῶν τετυχηκόσιν, καὶ μὴ μόνος δι' αἰτίαν ψευδῆ τῆς πατρίδος καὶ τῶν ὄντων καὶ τῆς τῶν οἰκειοτάτων συνηθείας ἀποστερηθῆναι.