Characters


Characters
By Theophrastus
Edited by: Hermann Diels

Oxford Oxford University Press 1909



Perseus Documents Collection Table of Contents



*Prooi/mion

*ei)rwnei/as *a'

*kolakei/as *b'

*)adolesxi/as *g'

*)agroiki/as *d'

*)areskeia/s *e'

*)aponoia/s s'

*lalia/s *z'

*logopoii/as *h'

*)anaisxunti/as *q'

*mikrologi/as *i'

*bdeluri/as *i*a'

*)akairi/as *i*b'

*periergi/as *i*g'

*)anaisqhsi/as *i*d'

*au)qadei/as *i*e'

*deisidaimoni/as *is'

*memyimoiri/as *i*z'

*)apisti/as *i*h'

*dusxe/reias *i*q'

*)ahdi/as *k'

*mikrofilotimi/as *k*a'

*)aneleuqeri/as *k*b'

*)alazonei/as *k*g'

*(uperhfani/as *k*d'

*deili/as *k*e'

*)oligarxi/as *ks'

*)oyimaqi/as *k*z'

*kakologi/as *k*h'

*filoponhri/as *k*q'

*ai)sxrokerdeia/s *l'


Funded by The Annenberg CPB/Project

 

ξη. 8

Λογοποιίας Η'

[σεξτ. 1] δὲ λογοποιία ἐστὶ σύνθεσις ψευδῶν λόγων καὶ πράξεων, ὧν πιστεύεσθαι βούλεται λογοποιῶν, δὲ [σεξτ. 2] λογοποιὸς τοιοῦτός τις, οἷος ἀπαντήσας τῷ φίλῳ εὐθὺς καταβαλὼν τὸ ἦθος καὶ μειδιάσας ἐρωτῆσαι: 'πόθεν σύ'; καὶ 'λέγεις τί καὶ πῶσ'; 'ἔχεις περὶ τοῦδε εἰπεῖν καινόν'; καὶ ὡς ἐπιβαλὼν ἐρωτᾶν: 'μὴ λέγεταί τι καινότερον; καὶ [σεξτ. 3] μὴν ἀγαθά γέ ἐστι τὰ λεγόμενα.' καὶ οὐκ ἐάσας ἀποκρίνασθαι εἰπεῖν: 'τί λέγεις; οὐθὲν ἀκήκοας; δοκῶ μοί σε [σεξτ. 4] εὐωχήσειν καινῶν λόγων.' καὶ ἔστιν αὐτῷ στρατιώτης παῖς Ἀστείου τοῦ αὐλητοῦ Λύκων ἐργολάβος παραγεγονὼς [σεξτ. 5] ἐξ αὐτῆς τῆς μάχης, οὗ φησιν ἀκηκοέναι. αἱ μὲν οὖν ἀναφοραὶ τῶν λόγων τοιαῦταί εἰσιν αὐτοῦ, ὧν οὐθεὶς [σεξτ. 6] ἂν ἔχοι ἐπιλαβέσθαι. διηγεῖται δὲ τούτους φάσκων λέγειν, ὡς Πολυπέρχων καὶ βασιλεὺς μάχῃ νενίκηκεν, καὶ [σεξτ. 7] Κάσανδρος ἐζώγρηται: καὶ ἂν εἴπῃ τις αὐτῷ: 'σὺ δὲ ταῦτα πιστεύεις;' φήσει: τὸ πρᾶγμα βοᾶσθαι γὰρ ἐν τῇ πόλει, καὶ τὸν λόγον ἐπεντείνειν, και πάντας συμφωνεῖν: ταὐτὰ γὰρ λέγειν περὶ τῆς μάχης: καὶ πολὺν τὸν ζωμὸν γεγονέναι. [σεξτ. 8] εἶναι δ' ἑαυτῷ καὶ σημεῖον τὰ πρόσωπα τῶν ἐν τοῖς πράγμασιν: ὁρᾶν γὰρ αὐτῶν πάντων μεταβεβληκότα: λέγει δ', ὡς καὶ παρακήκοε παρὰ τούτοις κρυπτόμενόν τινα ἐν οἰκίᾳ, ἤδη πέμπτην ἡμέραν ἥκοντα ἐκ Μακεδονίας, ὃς [σεξτ. 9] πάντα ταῦτα οἶδε. καὶ πάντα διεξιών πως οἴεσθαι πιθανῶς σχετλιάζειν λέγων: 'δυστυχὴς Κάσανδρος: ταλαίπωρος: [σεξτ. 10] ἐνθυμῇ τὸ τῆς τύχης; ἀλλ' οὖν ἰσχυρὸς γενόμενος,' καί δ' αὐτόν σε μόνον εἰδέναι': πᾶσι δὲ τοῖς ἐν τῇ πόλει προσδεδράμηκε λέγων.

[σεξτ. 11] Τῶν τοιούτων ἀνθρώπων τεθαύμακα, τί ποτε βούλονται λογοποιοῦντες: οὐ γὰρ μόνον ψεύδονται, ἀλλὰ καὶ ἀλυσιτελῶς [σεξτ. 12] ἀπαλλάττουσι: πολλάκις γὰρ αὐτῶν οἱ μὲν ἐν τοῖς βαλανείοις περιστάσεις ποιούμενοι τὰ ἱμάτια ἀποβεβλήκασιν, οἱ δ' ἐν τῇ στοᾷ πεζομαχίᾳ καὶ ναυμαχίᾳ νικῶντες ἐρήμους [σεξτ. 13] δίκας ὠφλήκασιν: εἰσὶ δ' οἳ καὶ πόλεις τῷ λόγῳ κατὰ [σεξτ. 14] κράτος αἱροῦντες παρεδειπνήθησαν. πάνυ δὴ ταλαίπωρον αὐτῶν ἐστι τὸ ἐπιτήδευμα: ποίᾳ γὰρ οὐ στοᾷ, ποίῳ δὲ ἐργαστηρίῳ, ποίῳ δὲ μέρει τῆς ἀγορᾶς οὐκ ἐνημερεύουσιν [σεξτ. 15] ἀπαυδᾶν ποιοῦντες τοὺς ἀκούοντας: οὕτως καὶ καταπονοῦσι ταῖς ψευδολογίαις.