Characters By Theophrastus
Edited by:
Hermann Diels
Oxford Oxford University Press 1909
Perseus Documents Collection Table of Contents
*Prooi/mion
*ei)rwnei/as *a'
*kolakei/as *b'
*)adolesxi/as *g'
*)agroiki/as *d'
*)areskeia/s *e'
*)aponoia/s s'
*lalia/s *z'
*logopoii/as *h'
*)anaisxunti/as *q'
*mikrologi/as *i'
*bdeluri/as *i*a'
*)akairi/as *i*b'
*periergi/as *i*g'
*)anaisqhsi/as *i*d'
*au)qadei/as *i*e'
*deisidaimoni/as *is'
*memyimoiri/as *i*z'
*)apisti/as *i*h'
*dusxe/reias *i*q'
*)ahdi/as *k'
*mikrofilotimi/as *k*a'
*)aneleuqeri/as *k*b'
*)alazonei/as *k*g'
*(uperhfani/as *k*d'
*deili/as *k*e'
*)oligarxi/as *ks'
*)oyimaqi/as *k*z'
*kakologi/as *k*h'
*filoponhri/as *k*q'
*ai)sxrokerdeia/s *l'
Funded by The Annenberg CPB/Project |
|
ξη. 4
[σεξτ. 1] Ἡ δὲ ἀγροικία δόξειεν ἂν εἶναι ἀμαθία ἀσχήμων, ὁ δὲ
ἄγροικος τοιοῦτός τις, οἷος κυκεῶνα πιὼν εἰς ἐκκλησίαν
πορεύεσθαι, καὶ τὸ μύρον φάσκειν οὐδὲν τοῦ θύμου ἥδιον
ὄζειν, καὶ μείζω τοῦ ποδὸς τὰ ὑποδήματα φορεῖν, καὶ
[σεξτ. 2] μεγάλῃ τῇ φωνῇ λαλεῖν. καὶ τοῖς μὲν φίλοις καὶ οἰκείοις
ἀπιστεῖν, πρὸς δὲ τοὺς αὑτοῦ οἰκέτας ἀνακοινοῦσθαι περὶ
[σεξτ. 3] τῶν μεγίστων: καὶ τοῖς παρ' αὐτῷ ἐργαζομένοις μισθωτοῖς
[σεξτ. 4] ἐν ἀγρῷ πάντα τὰ ἀπὸ τῆς ἐκκλησίας διηγεῖσθαι. καὶ
ἀναβεβλημένος ἄνω τοῦ γόνατος καθιζάνειν, ὥστε τὰ γυμνὰ
[σεξτ. 5] αὐτοῦ φαίνεσθαι. καὶ ἐπ' ἄλλῳ μὲν μηδενὶ μήτε θαυμάζειν
μήτε ἐκπλήττεσθαι ἐν ταῖς ὁδοῖς, ὅταν δὲ ἴδῃ βοῦν
[σεξτ. 6] ἢ ὄνον ἢ τράγον, ἑστηκὼς θεωρεῖν. καὶ προαιρῶν δέ τι ἐκ
[σεξτ. 7] τοῦ ταμιείου δεινὸς φαγεῖν: καὶ ζωρότερον πιεῖν. καὶ τὴν
σιτοποιὸν πειρῶν λαθεῖν, κᾆτ' ἀλέσαι μετ' αὐτῆς τοῖς ἔνδον
[σεξτ. 8] πᾶσι καὶ αὑτῷ τὰ ἐπιτήδεια. καὶ ἀριστῶν δὲ ἅμα τοῖς
[σεξτ. 9] ὑποζυγίοις ἐμβαλεῖν. καὶ παρὰ τὴν θύραν ὑπακοῦσαι
[σεξτ. 10] αὐτός. καὶ τὸν κύνα προσκαλεσάμενος καὶ ἐπιλαβόμενος
τοῦ ῥύγχους εἰπεῖν: 'οὗτος φυλάττει τὸ χωρίον καὶ τὴν
[σεξτ. 11] οἰκίαν.' καὶ τὸ ἀργύριον δὲ παρά του λαβὼν ἀποδοκιμάζειν,
λίαν μὲν λυπρὸν εἶναι, καὶ ἕτερον ἀνταλλάττεσθαι: καὶ εἴ
τῳ ἄροτρον ἔχρησεν ἢ κόφινον ἢ δρέπανον ἢ θύλακον,
[σεξτ. 12] ταῦτα τῆς νυκτὸς κατὰ ἀγρυπνίαν ἀναμιμνῃσκόμενος . Καὶ
εἰς ἄστυ καταβαίνων ἐρωτῆσαι τὸν ἀπαντῶντα, πόσου
ἦσαν αἱ διφθέραι καὶ τὸ τάριχος καὶ εἰ τήμερον ὁ ἀγὼν
νουμηνίαν ἄγει, καὶ εἰπεῖν εὐθὺς ὅτι βούλεται καταβὰς
[σεξτ. 13] ἀποκείρασθαι. καὶ ἐν βαλανείῳ δὲ ἆσαι: καὶ εἰς τὰ ὑποδήματα
[σεξτ. 14] δὲ ἥλους ἐγκροῦσαι. καὶ τῆς αὐτῆς ὁδοῦ παριὼν
κομίσασθαι παρ' Ἀρχίου τοὺς ταρίχους.
|
|