ξη. 29
[σεξτ. 1] Ἔστι δὲ ἡ φιλοπονηρία ἐπιθυμία κακίας, ὁ δὲ φιλοπόνηρός
[σεξτ. 2] ἐστι τοιόσδε τις, οἷος ἐντυγχάνειν τοῖς ἡττημένοις καὶ
δημοσίους ἀγῶνας ὠφληκόσι καὶ ὑπολαμβάνειν, ἐὰν τούτοις
[σεξτ. 3] χρῆται, ἐμπειρότερος γενήσεσθαι καὶ φοβερώτερος. καὶ ἐπὶ
τοῖς χρηστοῖς εἰπεῖν: 'ὡς φαίνεται,' καὶ φῆσαι, ὡς οὐδείς
ἐστι χρηστός, καὶ ὁμοίους πάντας εἶναι, καὶ ἐπισκῶψαι δὲ
[σεξτ. 4] 'ὡς χρηστός ἐστι'. καὶ τὸν πονηρὸν δὲ εἰπεῖν ἐλεύθερον,
ἐὰν βούληταί τις εἰς πεῖραν ἐλθεῖν, καὶ τὰ μὲν ἄλλα
ὁμολογεῖν ἀληθῆ ὑπὲρ αὐτοῦ λέγεσθαι ὑπὸ τῶν ἀνθρώπων,
ἔνια δὲ ἀγνοεῖν: φῆσαι γὰρ αὐτὸν εὐφυῆ καὶ φιλέταιρον καὶ
ἐπιδέξιον: καὶ διατείνεσθαι δὲ ὑπὲρ αὐτοῦ, ὡς οὐκ ἐντετύχηκεν
[σεξτ. 5] ἀνθρώπῳ ἱκανωτέρῳ. καὶ εὔνους δὲ εἶναι τῷ ἐν ἐκκλησίᾳ
λέγοντι ἢ ἐπὶ δικαστηρίῳ κρινομένῳ: καὶ πρὸς τοὺς καθημένους
δὲ εἰπεῖν δεινὸς ὡς 'οὐ δεῖ τὸν ἄνδρα, ἀλλὰ τὸ
πρᾶγμα κρίνεσθαι'. καὶ φῆσαι αὐτὸν κύνα εἶναι τοῦ δήμου:
φυλάττειν γὰρ αὐτὸν πρὸς τοὺς ἀδικοῦντας: καὶ εἰπεῖν, ὡς
'οὐχ ἕξομεν τοὺς ὑπὲρ τῶν κοινῶν συναχθεσθησομένους, ἂν
[σεξτ. 6] τοὺς τοιούτους προώμεθα'. δεινὸς δὲ καὶ προστατῆσαι
φαύλων καὶ συνεδρεῦσαι ἐν δικαστηρίοις ἐπὶ πονηροῖς πράγμασιν
καὶ κρίσιν κρίνων ἐκδέχεσθαι τὰ ὑπὸ τῶν ἀντιδίκων
λεγόμενα ἐπὶ τὸ χεῖρον.
[σεξτ. 7] Καὶ τὸ ὅλον ἡ φιλοπονηρία ἀδελφή ἐστι τῆς πονηρίας,
καὶ ἀληθές ἐστι τὸ τῆς παροιμίας τὸ ὅμοιον πρὸς τὸ ὅμοιον
πορεύεσθαι.