Characters


Characters
By Theophrastus
Edited by: Hermann Diels

Oxford Oxford University Press 1909



Perseus Documents Collection Table of Contents



*Prooi/mion

*ei)rwnei/as *a'

*kolakei/as *b'

*)adolesxi/as *g'

*)agroiki/as *d'

*)areskeia/s *e'

*)aponoia/s s'

*lalia/s *z'

*logopoii/as *h'

*)anaisxunti/as *q'

*mikrologi/as *i'

*bdeluri/as *i*a'

*)akairi/as *i*b'

*periergi/as *i*g'

*)anaisqhsi/as *i*d'

*au)qadei/as *i*e'

*deisidaimoni/as *is'

*memyimoiri/as *i*z'

*)apisti/as *i*h'

*dusxe/reias *i*q'

*)ahdi/as *k'

*mikrofilotimi/as *k*a'

*)aneleuqeri/as *k*b'

*)alazonei/as *k*g'

*(uperhfani/as *k*d'

*deili/as *k*e'

*)oligarxi/as *ks'

*)oyimaqi/as *k*z'

*kakologi/as *k*h'

*filoponhri/as *k*q'

*ai)sxrokerdeia/s *l'


Funded by The Annenberg CPB/Project

 

ξη. 23

Ἀλαζονείας ΚΓ'

[σεξτ. 1] Ἀμέλει δὲ ἀλαζονεία δόξει εἶναι προσποίησίς τις [σεξτ. 2] ἀγαθῶν οὐκ ὄντων, δὲ ἀλαζὼν τοιοῦτός τις, οἶος ἐν τῷ διαζεύγματι ἑστηκὼς διηγεῖσθαι ξένοις, ὡς πολλὰ χρήματα αὑτῷ ἐστιν ἐν τῇ θαλάττῃ: καὶ περὶ τῆς ἐργασίας τῆς δανειστικῆς διεξιέναι, ἡλίκη, καὶ αὐτὸς ὅσα εἴληφε καὶ ἀπολώλεκε: καὶ ἅμα ταῦτα πλεθρίζων πέμπειν τὸ παιδάριον εἰς [σεξτ. 3] τὴν τράπεζαν, δραχμῆς αὐτῷ κειμένης. καὶ συνοδοιπόρου δὲ ἀπολαῦσαι ἐν τῇ ὁδῷ δεινὸς λέγων, ὡς μετ' Ἀλεξάνδρου ἐστρατεύσατο, καὶ ὡς αὐτῷ εἶχε, καὶ ὅσα λιθοκόλλητα ποτήρια ἐκόμισε: καὶ περὶ τῶν τεχνιτῶν τῶν ἐν τῇ Ἀσίᾳ, ὅτι βελτίους εἰσὶ τῶν ἐν τῇ Εὐρώτῃ, ἀμφισβητῆσαι: καὶ ταῦτα φῆσαι, [σεξτ. 4] οὐδαμοῦ ἐκ τῆς πόλεως ἀποδεδημηκώς. καὶ γράμματα δὲ εἰπεῖν ὡς πάρεστι παρ' Ἀντιπάτρου τριττὰ δὴ λέγοντα παραγίγνεσθαι αὐτὸν εἰς Μακεδονίαν: καὶ διδομένης αὐτῷ ἐξαγωγῆς ξύλων ἀτελοῦς, ὅτι ἀπείρηται, ὅπως μηδ' ὑφ' ἑνὸς συκοφαντηθῇ: 'περαιτέρω φιλοσοφεῖν προσῆκε Μακεδόσι.' [σεξτ. 5] καὶ ἐν τῇ σιτοδείᾳ δὲ ὡς πλείω πέντε τάλαντα αὑτῷ γένοιτο τὰ ἀναλώματα διδόντι τοῖς ἀπόροις τῶν πολιτῶν: [σεξτ. 6] ἀνανεύειν γὰρ οὐ δύνασθαι. καὶ ἀγνώτων δὲ παρακαθημένων κελεῦσαι θεῖναι τὰς ψήφους ἕνα αὐτῶν καὶ ποσῶν καθ' ἑξακοσίας καὶ κατὰ μίαν καὶ προστιθεὶς πιθανῶς ἑκάστοις τούτων ὀνόματα ποιῆσαι καὶ δέκα τάλαντα: καὶ τοῦτο φῆσαι εἰσενηνέχθαι εἰς ἐράνους αὑτῷ: καὶ τὰς τριηραρχίας εἰπεῖν ὅτι οὐ τίθησιν οὐδὲ τὰς λῃτουργίας, ὅσας λελῃτούργηκε. [σεξτ. 7] καὶ προσελθὼν δ' εἰς τοὺς ἵππους τοὺς ἀγαθοὺς [σεξτ. 8] τοῖς πωλοῦσι προσποιήσασθαι ὠνητιᾶν. καὶ ἐπὶ τὰς κλίνας ἐλθὼν ἱματισμὸν ζητῆσαι εἰς δύο τάλαντα καὶ τῷ παιδὶ [σεξτ. 9] μάχεσθαι, ὅτι τὸ χρυσίον οὐκ ἔχων αὑτῷ ἀκολουθεῖ. καὶ ἐν μισθωτῇ οἰκίᾳ οἰκῶν φῆσαι ταύτην εἶναι τὴν πατρῴαν πρὸς τὸν μὴ εἰδότα, καὶ διότι μέλλει πωλεῖν αὐτὴν διὰ τὸ ἐλάττω εἶναι αὑτῷ πρὸς τὰς ξενοδοκίας.