Characters By Theophrastus
Edited by:
Hermann Diels
Oxford Oxford University Press 1909
Perseus Documents Collection Table of Contents
*Prooi/mion
*ei)rwnei/as *a'
*kolakei/as *b'
*)adolesxi/as *g'
*)agroiki/as *d'
*)areskeia/s *e'
*)aponoia/s s'
*lalia/s *z'
*logopoii/as *h'
*)anaisxunti/as *q'
*mikrologi/as *i'
*bdeluri/as *i*a'
*)akairi/as *i*b'
*periergi/as *i*g'
*)anaisqhsi/as *i*d'
*au)qadei/as *i*e'
*deisidaimoni/as *is'
*memyimoiri/as *i*z'
*)apisti/as *i*h'
*dusxe/reias *i*q'
*)ahdi/as *k'
*mikrofilotimi/as *k*a'
*)aneleuqeri/as *k*b'
*)alazonei/as *k*g'
*(uperhfani/as *k*d'
*deili/as *k*e'
*)oligarxi/as *ks'
*)oyimaqi/as *k*z'
*kakologi/as *k*h'
*filoponhri/as *k*q'
*ai)sxrokerdeia/s *l'
Funded by The Annenberg CPB/Project |
|
ξη. 20
[σεξτ. 1] Ἔστιν ἡ ἀηδία, ὡς ὅρῳ λαβεῖν, ἔντευξις λύπης ποιητικὴ
[σεξτ. 2] ἄνευ βλάβης, ὁ δὲ ἀηδὴς τοιοῦτός τις, οἷος ἐγείρειν ἄρτι
[σεξτ. 3] καθεύδοντα εἰσελθών, ἵνα αὐτῷ λαλῇ. καὶ ἀνάγεσθαι δὴ
[σεξτ. 4] μέλλοντας κωλύειν. καὶ προσελθὼν δεῖσθαι ἐπισχεῖν, ἕως
[σεξτ. 5] ἂν περιπατήσῃ. καὶ τὸ παιδίον τῆς τίτθης ἀφελόμενος,
μασώμενος σιτίζειν αὐτὸς καὶ ὑποκορίζεσθαι ποππύζων καὶ
[σεξτ. 6] πανουργιῶν τοῦ πάππου καλῶν. καὶ ἐσθίων δὲ ἅμα διηγεῖσθαι,
ὡς ἐλλέβορον πιὼν ἄνω καὶ κάτω καθαρθείη καὶ
ζωμοῦ τοῦ παρακειμένου ἐν τοῖς ὑποχωρήμασιν αὑτῷ μελαντέρα
[σεξτ. 7] εἴη ἡ χολή. καὶ ἐρωτῆσαι δὲ δεινὸς ἐναντίον τῶν
οἰκείων: 'Εἴπ' ὦ μάμμη, ὅτ' ὤδινες καὶ ἔτικτές με, τίς
[σεξτ. 8] ἡμέρα;' καὶ ὑπὲρ αὐτῆς δὲ λέγειν ὡς ἡδύ ἐστι, καὶ ἀμφότερα
[σεξτ. 9] δὲ οὐκ ἔχοντα οὐ ῥᾴδιον ἄνθρωπον λαβεῖν. καὶ ὅτι ψυχρὸν
ὕδωρ ἐστὶ παρ' αὑτῷ λακκαῖον: καὶ ὡς κῆπος λάχανα πολλὰ
ἔχων καὶ ἁπαλά [ὥστε εἶναι ψυχρόν]: καὶ μάγειρος εὖ τὸ
ὄψον σκευάζων: καὶ ὅτι ἡ οἰκία αὐτοῦ πανδοκεῖόν ἐστι:
μεστὴ γάρ ἐστι: καὶ τοὺς φίλους αὐτοῦ εἶναι τὸν τετρημένον
πίθον: εὖ ποιῶν γὰρ αὐτοὺς οὐ δύνασθαι ἐμπλῆσαι.
[σεξτ. 10] καὶ ξενίζων δὲ δεῖξαι τὸν παράσιτον αὐτοῦ, ποῖός τίς ἐστι,
τῷ συνδειπνοῦντι: καὶ παρακαλῶν δὲ ἐπὶ τοῦ ποτηρίου εἰπεῖν,
ὅτι τὸ τέρψον τοὺς παρόντας παρεσκεύασται, καὶ ὅτι αὐτήν,
ἐὰν κελεύσωσιν, ὁ παῖς μέτεισι παρὰ τοῦ πορνοβοσκοῦ ἤδη,
ὅπως πάντες ὑπ' αὐτῆς αὐλώμεθα καὶ εὐφραινώμεθα.
|
|