Hymns and Epigrams By Callimachus
Edited by:
Ulrich von Wilamowitz-Moellendorff
Berlin Weidmann 1897
Perseus Documents Collection Table of Contents
Praefatio novae editionis
*(/Umnoi
ei)s *di/a.
ei)s *apo/llwna.
ei)s *)/artemin.
ei)s *dh=lon.
ei)s *loutra/ th=s *palla/dos.
ei)s *dh/mhtra.
*epigra/mmata.
Praefatio novae editionis
*(/Umnoi
ei)s *di/a.
ei)s *apo/llwna.
ei)s *)/artemin.
ei)s *dh=lon.
ei)s *loutra/ th=s *palla/dos.
ei)s *dh/mhtra.
*epigra/mmata.
Funded by The Annenberg CPB/Project |
|
ποεμ 2
εἰς Απόλλωνα.
Οἷον ὁ τὠπόλλωνος ἐσείσατο δάφνινος ὅρπηξ,
οἷα δ' ὅλον τὸ μέλαθρον: ἑκὰς ἑκὰς ὅστις ἀλιτρός.
καὶ δή που τὰ θύρετρα καλῶι ποδὶ Φοῖβος ἀράσσει:
οὐχ ὁράαις; ἐπένευσεν ὁ Δήλιος ἡδύ τι φοῖνιξ
[5] ἐξαπίνης, ὁ δὲ κύκνος ἐν ἠέρι καλὸν ἀείδει.
αὐτοὶ νῦν κατοχῆες ἀνακλίνεσθε πυλάων,
αὐταὶ δὲ κληῖδες: ὁ γὰρ θεὸς οὐκ ἔτι μακρήν.
οἱ δὲ νέοι μολπήν τε καὶ ἐς χορὸν ἐντύνεσθε.
ὡπόλλων οὐ παντὶ φαείνεται, ἀλλ' ὅ τις ἐσθλός:
[10] ὅς μιν ἴδηι, μέγας οὗτος, ὃς οὐκ ἴδε, λιτὸς ἐκεῖνος.
ὀψόμεθ', ὦ Ἑκάεργε, καὶ ἐσσόμεθ' οὔποτε λιτοί.
μήτε σιωπηλὴν κίθαριν μήτ' ἄψοφον ἴχνος
τοῦ Φοίβου τοὺς παῖδας ἔχειν ἐπιδημήσαντος,
εἰ τελέειν μέλλουσι γάμον πολιήν τε κερεῖσθαι,
[15] ἑστήξειν δὲ τὸ τεῖχος ἐπ' ἀρχαίοισι θεμέθλοις.
ἠγασάμην τοὺς παῖδας, ἐπεὶ χέλυς οὐκέτ' ἀεργός.
εὐφημεῖτ' ἀίοντες ἐπ' Ἀπόλλωνος ἀοιδῆι.
εὐφημεῖ καὶ πόντος, ὅτε κλείουσιν ἀοιδοί
ἢ κίθαριν ἢ τόξα, Λυκωρέος ἔντεα Φοίβου.
[20] οὐδὲ Θέτις Ἀχιλῆα κινύρεται αἴλινα μήτηρ,
ὁππόθ' ἱὴ παιῆον ἱὴ παιῆον ἀκούσηι.
καὶ μὲν ὁ δακρυόεις ἀναβάλλεται ἄλγεα πέτρος,
ὅστις ἐνὶ Φρυγίηι διερὸς λίθος ἐστήρικται,
μάρμαρον ἀντὶ γυναικὸς ὀιζυρόν τι χανούσης.
[π. 22]
[25] ἱὴ ἱὴ φθέγγεσθε: κακὸν μακάρεσσιν ἐρίζειν.
ὃς μάχεται μακάρεσσιν, ἐμῶι βασιλῆι μάχοιτο:
ὅστις ἐμῶι βασιλῆι, καὶ Ἀπόλλωνι μάχοιτο.
τὸν χορὸν ὡπόλλων, ὅ τι οἱ κατὰ θυμὸν ἀείδει,
τιμήσει: δύναται γάρ, ἐπεὶ Διὶ δεξιὸς ἧσται.
[30] οὐδ' ὁ χορὸς τὸν Φοῖβον ἐφ' ἓν μόνον ἦμαρ ἀείσει,
ἔστι γὰρ εὔυμνος: τίς ἂν οὐ ῥέα Φοῖβον ἀείδοι;
χρύσεα τὠπόλλωνι τό τ' ἐνδυτὸν ἥ τ' ἐπιπορπίς
ἥ τε λύρη τό τ' ἄεμμα τὸ Λύκτιον ἥ τε φαρέτρη,
χρύσεα καὶ τὰ πέδιλα: πολύχρυσος γὰρ Ἀπόλλων.
[35] καὶ δὲ πολυκτέανος: Πυθῶνί κε τεκμήραιο.
καὶ μὲν ἀεὶ καλὸς καὶ ἀεὶ νέος: οὔποτε Φοίβου
θηλείηισ' οὐδ' ὅσσον ἐπὶ χνόος ἦλθε παρειαῖς.
αἱ δὲ κόμαι θυόεντα πέδωι λείβουσιν ἔλαια.
οὐ λίπος Ἀπόλλωνος ἀποστάζουσιν ἔθειραι,
[40] ἀλλ' αὐτὴν πανάκειαν: ἐν ἄστεϊ δ' ὦι κεν ἐκεῖναι
πρῶκες ἔραζε πέσωσιν ἀκήρια πάντ' ἐγένοντο.
τέχνηι δ' ἀμφιλαφὴς οὔ τις τόσον ὅσσον Ἀπόλλων:
κεῖνος ὀιστευτὴν ἔλαχ' ἀνέρα, κεῖνος ἀοιδόν
Φοίβωι γὰρ καὶ τόξον ἐπιτρέπεται καὶ ἀοιδή,
[45] κείνου δὲ θριαὶ καὶ μάντιες: ἐκ δέ νυ Φοίβου
ἰητροὶ δεδάασιν ἀνάβλησιν θανάτοιο.
|
|