Hymns and Epigrams


Hymns and Epigrams
By Callimachus
Edited by: Ulrich von Wilamowitz-Moellendorff

Berlin Weidmann 1897



Perseus Documents Collection Table of Contents



Praefatio novae editionis

*(/Umnoi

ei)s *di/a.

ei)s *apo/llwna.

ei)s *)/artemin.

ei)s *dh=lon.

ei)s *loutra/ th=s *palla/dos.

ei)s *dh/mhtra.

*epigra/mmata.

Praefatio novae editionis

*(/Umnoi

ei)s *di/a.

ei)s *apo/llwna.

ei)s *)/artemin.

ei)s *dh=lon.

ei)s *loutra/ th=s *palla/dos.

ei)s *dh/mhtra.

*epigra/mmata.


Funded by The Annenberg CPB/Project

 

ποεμ 5

εἰς Λουτρά τῆς Παλλάδος.


́Οσσαι λωτροχόοι τᾶς Παλλάδος ἔξιτε πᾶσαι,
ἔξιτε: τᾶν ἵππων ἄρτι φρυασσομενᾶν
τᾶν ἱερᾶν ἐσάκουσα, καὶ θεὸς εὔτυκος ἕρπειν:
σοῦσθέ νυν, ξανθαί σοῦσθε Πελασγιάδες.
[5] οὔποκ' Ἀθαναία μεγάλως ἀπενίψατο πάχεις
πρὶν κόνιν ἱππειᾶν ἐξελάσαι λαγόνων,
οὐδ' ὅκα δὴ λύθρωι πεπαλαγμένα πάντα φέροισα
τεύχεα τῶν ἀδίκων ἦνθ' ἀπὸ γηγενέων,
ἀλλὰ πολὺ πράτιστον ὑφ' ἅρματος αὐχένας ἵππων
[10] λυσαμένα παγαῖς ἔκλυσεν Ὠκεανῶ
ἱδρῶ καὶ ῥαθάμιγγας, ἐφοίβασεν δὲ παγέντα
πάντα χαλινοφάγων ἀφρὸν ἀπὸ στομάτων.
ἴτ' Ἀχαιιάδες, καὶ μὴ μύρα μηδ' ἀλαβάστρως
συρίγγων ἀίω φθόγγον ὑπαξονίων,
[15] μὴ μύρα λωτροχόοι τᾶι Παλλάδι μηδ' ἀλαβάστρως
οὐ γὰρ Ἀθαναία χρίματα μεικτὰ φιλεῖ
οἴσετε μηδὲ κάτοπτρον: ἀεὶ καλὸν ὄμμα τὸ τήνας
οὐδ' ὅκα τὰν Ἴδαι Φρὺξ ἐδίκαζεν ἔριν,
οὔτ' ἐς ὀρείχαλκον μεγάλα θεὸς οὔτε Σιμοῦντος
[20] ἔβλεψεν δίναν ἐς διαφαινομέναν:
οὐδ' ́Ηρα: Κύπρις δὲ διαυγέα χαλκὸν ἑλοῖσα
πολλάκι τὰν αὐτὰν δὶς μετέθηκε κόμαν:
δέ, δὶς ἑξήκοντα διαθρέξασα διαύλως,
οἷα παρ' Εὐρώται τοὶ Λακεδαιμόνιοι [π. 46]
[25] ἀστέρες, ἐμπεράμως ἐνετρίψατο λιτὰ βαλοῖσα
χρίματα, τᾶς ἰδίας ἔκγονα φυταλιᾶς:
κῶραι, τὸ δ' ἔρευθος ἀνέδραμε, πρώιον οἵαν
ῥόδον σίβδας κόκκος ἔχει χροΐαν.
τῶι καὶ νῦν ἄρσεν τι κομίξατε μῶνον ἔλαιον,
[30] ὧι Κάστωρ, ὧι καὶ χρίεται Ἡρακλέης:
οἴσετε καὶ κτένα οἱ παγχρύσεον, ὡς ἀπὸ χαίταν
πέξηται, λιπαρὸν σμασαμένα πλόκαμον.
ἔξιθ' Ἀθαναία: πάρα τοι καταθύμιος ἴλα,
παρθενικαὶ μεγάλων παῖδες Ἀρεστοριδᾶν:
[35] ὠθάνα, φέρεται δὲ καὶ Διομήδεος ἀσπίς,
ὡς ἔθος Ἀργείων τοῦτο παλαιότερον:
[γαπ ιν τεχτ]
Εὐμήδης ἐδίδαξε, τεὶν κεχαρισμένος ἱρεύς:
ὅς ποκα βωλευτὸν γνοὺς ἐπί οἱ θάνατον
δᾶμον ἑτοιμάζοντα φυγᾶι τεὸν ἱρὸν ἄγαλμα
[40] ὤιχετ' ἔχων, Κρεῖον δ' εἰς ὄρος ὠικίσατο:
Κρεῖον ὄρος: σὲ δὲ δαῖμον ἀπορρώγεσσιν ἔθηκεν
ἐν πέτραις, αἷς νῦν οὔνομα Παλλατίδες.
ἔξιθ' Ἀθαναία περσέπτολι χρυσεοπήληξ,
ἵππων καὶ σακέων ἁδομένα πατάγωι.
[45] σάμερον ὑδροφόροι μὴ βάπτετε σάμερον Ἄργος
πίνετ' ἀπὸ κρανᾶν μηδ' ἀπὸ τῶ ποταμῶ,
σάμερον αἱ δῶλαι τὰς κάλπιδας Φυσάδειαν
ἐς Ἀμυμώναν οἴσετε τὰν Δαναῶ.
καὶ γὰρ δὴ χρυσῶι τε καὶ ἄνθεσιν ὕδατα μείξας
[50] ἡξεῖ φορβαίων Ἴναχος ἐξ ὀρέων
τἀθάναι τὸ λοετρὸν ἄγων καλόν. ἀλλὰ Πελασγέ [π. 47]
φράζεο μὴ οὐκ ἐθέλων τὰν βασίλειαν ἴδηις.
ὅς κεν ἴδηι γυμνὰν τὰν Παλλάδα τὰν πολιοῦχον,
τὦργος ἐσοψεῖται τοῦτο πανυστάτιον.
[55] πότνι' Ἀθαναία τὺ μὲν ἔξιθι: μέσφα δ' ἐγώ τι
ταῖσδ' ἐρέω. μῦθος δ' οὐκ ἐμός, ἀλλ' ἑτέρων.
παῖδες, Ἀθαναία νύμφαν μίαν ἔν ποκα Θήβαις
πουλύ τι καὶ πέρι δὴ φίλατο τᾶν ἑταρᾶν,
ματέρα Τειρεσίαο, καὶ οὔποκα χωρὶς ἔγεντο:
[60] ἀλλὰ καὶ ἀρχαίων εὖτ' ἐπὶ Θεσπιέων
εἰς Ἁλίαρτον ἐλαύνοι
ἵππως, Βοιωτῶν ἔργα διερχομένα,
ἢ' πὶ Κορωνείας, ἵνα οἱ τεθυωμένον ἄλσος
καὶ βωμοὶ ποταμῶι κεῖντ' ἐπὶ Κουραλίωι:
[65] πολλάκις δαίμων νιν ἑῶ ἐπεβάσατο δίφρω,
οὐδ' ὄαροι νυμφᾶν οὐδὲ χοροστασίαι
ἁδεῖαι τελέθεσκον, ὅκ' οὐχ ἁγεῖτο Χαρικλώ:
ἀλλ' ἔτι καὶ τήναν δάκρυα πόλλ' ἔμενεν,
καίπερ Ἀθαναίαι καταθύμιον ἔσσαν ἑταίραν.
[70] δή ποκα γὰρ πέπλων λυσομένα περόνας
ἵππω ἐπὶ κράναι Ἑλικωνίδι καλὰ ῥεοίσαι
λῶντο: μεσαμβρινὰ δ' εἶχ' ὄρος ἁσυχία.
ἀμφότεραι λώοντο, μεσαμβριναὶ δ' ἔσαν ὧραι,
πολλὰ δ' ἁσυχία τῆνο κατεῖχεν ὄρος.