Hymns and Epigrams


Hymns and Epigrams
By Callimachus
Edited by: Ulrich von Wilamowitz-Moellendorff

Berlin Weidmann 1897



Perseus Documents Collection Table of Contents



Praefatio novae editionis

*(/Umnoi

ei)s *di/a.

ei)s *apo/llwna.

ei)s *)/artemin.

ei)s *dh=lon.

ei)s *loutra/ th=s *palla/dos.

ei)s *dh/mhtra.

*epigra/mmata.

Praefatio novae editionis

*(/Umnoi

ei)s *di/a.

ei)s *apo/llwna.

ei)s *)/artemin.

ei)s *dh=lon.

ei)s *loutra/ th=s *palla/dos.

ei)s *dh/mhtra.

*epigra/mmata.


Funded by The Annenberg CPB/Project

 

ποεμ 3

εἰς Ἄρτεμιν.


Ἄρτεμιν οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαι
ὑμνέομεν, τῆι τόξα λαγωβολίαι τε μέλονται
καὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι,
ἄρχμενοι, ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι
[5] παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα
'δός μοι παρθενίην αἰώνιον ἄππα φυλάσσειν,
καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζηι.
δὸς δ' ἰοὺς καὶ τόξα ἔα πάτερ, οὔ σε φαρέτρην
οὐδ' αἰτέω μέγα τόξον: ἐμοὶ Κύκλωπες ὀιστοὺς
[10] αὐτίκα τεχνήσονται, ἐμοὶ δ' εὐκαμπὲς ἄεμμα:
ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶνα
ζώννυσθαι λεγνωτόν, ἵν' ἄγρια θηρία καίνω.
δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας,
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
[15] δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας,
αἵ τέ μοι ἐνδρομίδας τε καί, ὁππότε μηκέτι λύγκας
μήτ' ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν,
δὸς δέ μοι οὔρεα πάντα: πόλιν δέ μοι ἥντινα νεῖμον
ἥντινα λῆις: σπαρνὸν γὰρ ὅτ' Ἄρτεμις ἄστυ κάτεισιν:
[20] οὔρεσιν οἰκήσω, πόλεσιν δ' ἐπιμείξομαι ἀνδρῶν
μοῦνον ὅτ' ὀξείηισιν ὑπ' ὠδίνεσσι γυναῖκες
τειρόμεναι καλέουσι βοηθόον, ἧισί με Μοῖραι
γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν,
ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα [π. 26]
[25] μήτηρ, ἀλλ' ἀμογητὶ φίλων ἀπεθήκατο γυίων'.
ὣς παῖς εἰποῦσα γενειάδος ἤθελε πατρὸς
ἅψασθαι, πολλὰς δὲ μάτην ἐτανύσσατο χεῖρας,
μέχρις ἵνα ψαύσειε. πατὴρ δ' ἐπένευσε γελάσσας,
φῆ δὲ καταρρέζων 'ὅτε μοι τοιαῦτα θέαιναι
[30] τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρης
χωομένης ἀλέγοιμι. φέρευ τέκος ὅσσ' ἐθελημός
αἰτίζεις, καὶ δ' ἄλλα πατὴρ ἔτι μείζονα δώσει.
τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω,
τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξειν
[35] εἴσεται ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι:
πολλὰς δὲ ξυνῆι πόλιας διαμετρήσασθαι
μεσσόγεως νήσους τε: καὶ ἐν πάσηισιν ἔσονται
Ἀρτέμιδος βωμοί τε καὶ ἄλσεα. καὶ μὲν ἀγυιαῖς
ἔσσηι καὶ λιμένεσσιν ἐπίσκοποσ'. ὣς μὲν εἰπὼν
[40] μῦθον ἐπεκρήηνε καρήατι. βαῖνε δὲ κούρη
λευκὸν ἐπὶ Κρηταῖον ὄρος κεκομημένον ὕληι:
ἔνθεν ἐπ' Ὠκεανόν: πολέας δ' ἐπελέξατο νύμφας,
[πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.]
χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς,
[45] οὕνεκα θυγατέρας Λητωίδι πέμπον ἀμορβούς.