Nicomachean EthicsMachine readable text


Nicomachean Ethics
By Aristotle
Edited by: J. Bywater

Oxford, Clarendon Press 1894



Perseus Documents Collection Table of Contents



Book 1

Book 2

Book 3

Book 4

Book 5

Book 6

Book 7

Book 8

Book 9

Book 10


Funded by The Annenberg CPB/Project

 
[22]

βοοκ 4

λέγωμεν δ' ἑξῆς περὶ ἐλευθεριότητος. δοκεῖ δὴ εἶναι περὶ χρήματα μεσότης: ἐπαινεῖται γὰρ ἐλευθέριος οὐκ ἐν τοῖς πολεμικοῖς, οὐδ' ἐν οἷς σώφρων, οὐδ' αὖ ἐν ταῖς κρίσεσιν,
[25] ἀλλὰ περὶ δόσιν χρημάτων καὶ λῆψιν, μᾶλλον δ' ἐν τῇ δόσει. χρήματα δὲ λέγομεν πάντα ὅσων ἀξία νομίσματι μετρεῖται. ἔστι δὲ καὶ ἀσωτία καὶ ἀνελευθερία περὶ χρήματα ὑπερβολαὶ καὶ ἐλλείψεις: καὶ τὴν μὲν ἀνελευθερίαν προσάπτομεν ἀεὶ τοῖς μᾶλλον δεῖ περὶ χρήματα
[30] σπουδάζουσι, τὴν δ' ἀσωτίαν ἐπιφέρομεν ἐνίοτε συμπλέκοντες: τοὺς γὰρ ἀκρατεῖς καὶ εἰς ἀκολασίαν δαπανηροὺς ἀσώτους καλοῦμεν. διὸ καὶ φαυλότατοι δοκοῦσιν εἶναι: πολλὰς γὰρ ἅμα κακίας ἔχουσιν. οὐ δὴ οἰκείως προσαγορεύονται: βούλεται γὰρ ἄσωτος εἶναι ἓν κακὸν ἔχων, [π. 1120α]