The Foreign Wars


The Foreign Wars
By Appian
Edited by: L. Mendelssohn

Leipzig Teubner 1879



Perseus Documents Collection Table of Contents



*e*k *t*h*s *b*a*s*i*l*i*k*h*s.

*e*k *t*h*s *i*t*a*l*i*k*h*s

*e*k *t*h*s *s*a*u*n*i*t*i*k*h*s

*e*k *t*h*s *k*e*l*t*i*k*h*s

*e*k *t*h*s *s*i*k*e*l*i*k*h*s *k*a*i *n*h*s*i*w*t*i*k*h*s

*i*b*h*r*i*k*h

*a*n*n*i*b*a*i*k*h

*l*i*b*u*k*h

*e*k *t*h*s *n*o*m*a*d*i*k*h*s

*e*k *t*h*s *m*a*k*e*d*o*n*i*k*h*s

*i*l*l*u*r*i*k*h

*s*u*r*i*a*k*h

*m*i*q*r*i*d*a*t*e*i*o*s

*e*k *t*h*s *b*a*s*i*l*i*k*h*s.

*e*k *t*h*s *i*t*a*l*i*k*h*s

*e*k *t*h*s *s*a*u*n*i*t*i*k*h*s

*e*k *t*h*s *k*e*l*t*i*k*h*s

*e*k *t*h*s *s*i*k*e*l*i*k*h*s *k*a*i *n*h*s*i*w*t*i*k*h*s

*i*b*h*r*i*k*h

*a*n*n*i*b*a*i*k*h

*l*i*b*u*k*h

*e*k *t*h*s *n*o*m*a*d*i*k*h*s

*e*k *t*h*s *m*a*k*e*d*o*n*i*k*h*s

*i*l*l*u*r*i*k*h

*s*u*r*i*a*k*h

*m*i*q*r*i*d*a*t*e*i*o*s


Funded by The Annenberg CPB/Project

 

ΕΚ ΤΗΣ ΒΑΣΙΛΙΚΗΣ.



[σεξτ. 1] ̓́Αρχεται τῆς ἱστορίας ἀπὸ Αἰνείου τοῦ ̓Αγχίσου τοῦ Κάπυος, ὃς ἐν τῷ Τρωικῷ ἤκμαζε πολέμῳ, μετὰ δὲ τὴν ἅλωσιν τῆς Τροίας ἔφυγε, καὶ μετὰ μακρὰν πλάνην κατέπλει ἔς τινα τῆς ̓Ιταλίας αἰγιαλόν, Λώρεντον ἐπικαλούμενον, ἔνθα καὶ στρατόπεδον αὐτοῦ δείκνυται, καὶ τὴν ἀκτὴν ἀπ' ἐκείνου Τροίαν καλοῦσιν. ἦρχε τότε ̓Αβοριγίνων τῶν τῇδε ̓Ιταλῶν Φαῦνος τοῦ ̓́Αρεως, ὃς καὶ ζεύγνυσιν Αἰνείᾳ τὴν θυγατέρα αὑτοῦ Λαουινίαν, καὶ γῆν δίδωσιν ἐκ περιόδου σταδίων τετρακοσίων. δὲ πόλιν ἔκτισε καὶ ἀπὸ τῆς γυναικὸς Λαουίνιον ἐπωνόμασε. τρίτῳ δὲ ἔτει τοῦ Φαύνου τελευτήσαντος ἐκδέχεται τὴν ἀρχὴν Αἰνείας κατὰ τὸ κῆδος, καὶ τοὺς ̓Αβοριγίνας ἀπὸ τοῦ κηδεστοῦ Λατίνου Φαύνου Λατίνους ἐπωνόμασε. τρίτῳ δὲ ἔτει πάλιν διὰ Λαουινίαν τὴν γυναῖκα ὑπὸ ̔Ρουτούλων τῶν Τυρρηνῶν, προμνηστευθεῖσαν αὐτῶν τῷ βασιλεῖ, ἀναιρεῖται πολέμου νόμῳ Αἰνείας, καὶ τὴν ἀρχὴν διεδέξατο Εὐρυλέων, ̓Ασκάνιος μετονομασθείς, ὃς ἐγεννήθη τῷ Αἰνείᾳ ἐκ Κρεούσης τῆς Πριάμου, τῆς ἐν ̓Ιλίῳ γενομένης αὐτῷ γυναικός. οἱ δὲ ἐκ τῆς Λαουινίας ̓Ασκάνιον αὐτῷ γεννηθῆναί φασι, τὸν διάδοχον τῆς ἀρχῆς.

[σεξτ. 2] ̓Ασκανίου δὲ τελευτήσαντος ἔτει τετάρτῳ μετὰ τὴν ̓́Αλβης οἴκισιν ̔καὶ γὰρ οὗτος ἔκτισε πόλιν, ̓́Αλβην καλέσας, καὶ ἀπὸ Λαουινίου τὸν λαὸν μετῴκισεν̓ ἐκδέχεται τὴν ἀρχὴν Σίλουιος. καὶ Σιλουίου παῖδα Αἰνείαν Σίλουιόν φασιν, Αἰνείου δὲ Λατῖνον Σίλουιον, τοῦ δὲ Κάπυν, Κάπυος δὲ Κάπετον γενέσθαι, Καπέτου δὲ Τιβερῖνον, τοῦ δὲ ̓Αγρίππαν, τοῦ δὲ ̔Ρωμύλον. καὶ τόνδε μὲν βληθῆναι κεραυνῷ: οὗ γενέσθαι παῖδα ̓Αουεντῖνον, ̓Αουεντίνου δὲ Πρόκαν γενέσθαι. καὶ πᾶσι δὲ τὸν Σίλουιον ἐπώνυμον εἶναι. τῷ δὲ Πρόκᾳ δύο ἐγενέσθην υἱοί, πρεσβύτερος μὲν Νεμέτωρ, νεώτερος δὲ ̓Αμούλιος. λαβόντος δὲ τοῦ πρεσβυτέρου παρὰ τοῦ πατρὸς τελευτῶντος τὴν ἀρχήν, νεώτερος ὕβρει καὶ βίᾳ κατέσχεν ἀφελόμενος. καὶ τὸν μὲν παῖδα τοῦ ἀδελφοῦ ̓́Εγεστον κτείνει, τὴν θυγατέρα δὲ ̔Ρέαν Σιλουίαν ἱέρειαν, ἵνα ἄπαις διαμείνῃ, καθίστησι: τὸν μέντοι Νεμέτορα τῆς εἰς τὸ σῶμα ἐπιβουλῆς τῶν ἠθῶν ἐξεῖλε πραότης καὶ πολλὴ ἐπιείκεια. ἀλλ' Σιλουία ἔκυε παρὰ τὸν νόμον. καὶ τὴν μὲν ̓Αμούλιος ἐπὶ κολάσει συνελάμβανε, δύο δὲ παῖδας ἐκ τῆσδε γενομένους ποιμέσιν ἔδωκεν, εἰς τὸν πλησίον ποταμὸν ἐμβαλεῖν τὰ βρέφη: Θύβρις ἦν ὄνομα τῷ ποταμῷ, ̔Ρῶμος δὲ καὶ ̔Ρωμύλος οἱ παῖδες, ἐξ Αἰνείου ἕλκοντες μητρόθεν τὸ γένος: τὸ γὰρ τοῦ φύντος ἄδηλον.

Phot. Biblioth. p. 16 b 4 Bekk.

̔Ο μὲν πρῶτος τόμος τῶν ἑπτὰ βασιλέων, ̔Ρωμύλου, Νουμᾶ Πομπιλίου, ̓́Αγκου ̔Οστιλίου καὶ ̓́Αγκου ἑτέρου τοῦ καὶ Μαρκίου, ἐπιγόνου Νουμᾶ, Ταρκυνίου, Σερουίου Τυλλίου, καὶ Ταρκυνίου Λευκίου τοῦ Ταρκυνίου, τούτων τῶν ἑπτὰ ἔργα τε καὶ πράξεις περιέχει. ὧν πρῶτος κτίστης τε ̔Ρώμης καὶ οἰκιστὴς γεγονώς, ἄρξας τε πατρικῶς μᾶλλον τυραννικῶς, ὅμως ἐσφάγη, ὡς ἄλλοι φασίν, ἠφανίσθη. δὲ δεύτερος οὐδὲν ἧττον βεβασιλευκώς, εἰ μὴ καὶ μᾶλλον, τὸν ἑαυτοῦ βίον ἐτελεύτησε ζήσας . . . δὲ τρίτος ἐκεραυνώθη. νόσῳ δὲ τὸν βίον τέταρτος ὑπεξῆλθεν. δὲ πέμπτος ὑπὸ ποιμένων ἐσφάγη, καὶ ἕκτος ὁμοίως σφαγῇ κατέστρεψε τὸν βίον. δὲ ἕβδομος καὶ τῆς πόλεως καὶ τῆς βασιλείας παρανομῶν ἐξηλάθη: ἐξ οὗ τῆς βασιλείας καταλυθείσης εἰς τοὺς ὑπάτους τὰ τῆς ἀρχῆς μετετέθη.

id. p. 15 b 22.

̔Η δὲ τὸν πατέρα φυλάξασα ἀποδημοῦντα ὑπισχνεῖται Τατίῳ προδώσειν τὸ φρούριον.

Suid. vv. Τάτιος et φυλάξασα.

Κελεύσαντος δὲ Τατίου τὸν χρυσὸν ἐς τὴν παῖδα ἐλίθαζον, ἔστε τιτρωσκομένη κατεχώσθη.

Suid. v. λιθάζω.

̔́Οτι τὸν πόλεμον τὸν πρὸς ̔Ρωμύλον Τατίου αἱ ̔Ρωμαίων γυναῖκες καὶ Σαβίνων θυγατέρες διῄ τησαν, αὐταὶ τῷ χάρακι τῶν γονέων προσελθοῦσαι, χεῖράς τε προτείνουσαι, καὶ βρέφη τὰ ἤδη σφίσιν ἐκ τῶν ἀνδρῶν γενόμενα ἐπιδεικνύουσαι, καὶ τοῖς ἀνδράσι μαρτυροῦσαι μηδὲν ὑβριστικὸν ἐς αὐτὰς ἁμαρτεῖν. ἐδέοντό τε λαβεῖν τινὰ οἶκτον τοὺς Σαβίνους σφῶν τε αὐτῶν καὶ κηδεστῶν καὶ ἐκγόνων καὶ θυγατέρων, καὶ φείσασθαι συγγενοῦς καὶ μιαροῦ πολέμου, πρώτας ἀνελεῖν αἳ τὴν αἰτίαν ἔχουσι τοῦ πολέμου. οἱ δὲ τῶν τε παρόντων ἀπορίᾳ καὶ οἴκτῳ τῶν γυναικῶν, συγγιγνώσκοντες ἤδη μὴ καθ' ὕβριν εἰργάσθαι ταῦτα Ρωμαίους ἀλλ' ὑπὸ χρείας, ἐς τὰς διαλλαγὰς ἐνεδίδουν. καὶ συνελθόντες ̔Ρωμύλος τε καὶ Τάτιος ἐς τὴν ἐξ ἐκείνου ἱερὰν γενομένην ὁδὸν ἐπὶ τοῖσδε συνέβησαν, βασιλεύειν μὲν ἄμφω, Τάτιόν τε καὶ ̔Ρωμύλον, Σαβίνους δὲ τοὺς τότε τῷ Τατίῳ συστρατεύσαντας, καὶ εἴ τινες ἄλλοι τῶν Σαβίνων ἐθέλοιεν, ἐς τὸ ̔Ρωμαίων μετοικίζεσθαι ἐπ' ἴσῃ καὶ ὁμοίᾳ.

U. (i. e. Ursin. Select. de legationibus) p. 334.

̔Ο δὲ στρατηγὸς αἰσθόμενος παρ' ἰδιοξένων ἐξήγγειλεν ̔Οστιλίῳ.

Suid. v. ἰδιόξενος.

Οἱ δὲ ἐβλασφήμουν αὐτὸν ὡς κακῶς ἐπὶ τρισὶν ἀνδράσι τὰ πάντα θέμενον.

id. v. βλάσφημος.

Συμβάσεις ποιεῖν ἐφ' οἷς ἂν Γάβιοι δικαιῶσιν.

id. v. δικαιοῦν.

̓Ωνεῖται τὰ τρία βιβλία τῆς τιμῆς τῶν ἐννέα.

Bekk. Anecd. p. 180, 15.

̔Ο δὲ ̔Οράτιος λελωβημένος ἦν τὰ σκέλη, ὑπατείας τε οὐκ ἔτυχεν οὔτε ἐν πολέμῳ οὔτε ἐν εἰρήνῃ διὰ τὴν ἀχρηστίαν τῶν ποδῶν.

Suid. vv. ἀχρηστία et ̔Οράτιος.

Οἱ ὕπατοι τὰ ὅρκια προύτεινον, καὶ ἐς πάντα ἔφασαν ἐνδώσειν μᾶλλον Ταρκύνιον προσήσεσθαι.

id. v. προσήσεσθαι.

̔́Οτι Ταρκύνιος Σαβίνους κατὰ ̔Ρωμαίων ἠρέθιζε. Κλαύδιος δέ, ἀνὴρ Σαβῖνος ἐκ ̔Ρηγίλλου πόλεως δυνατός, οὐκ εἴα τοὺς Σαβίνους παρασπονδεῖν, ἕως κρινόμενος ἐπὶ τῷδε ἔφυγεν ἐς ̔Ρώμην μετὰ συγγενῶν καὶ φίλων καὶ δούλων πεντακισχιλίων. οἷς πᾶσι ̔Ρωμαῖοι χώραν ἐς οἰκίας ἔδοσαν καὶ γῆν ἐς γεωργίαν, καὶ πολίτας ἔθεντο. τὸν δὲ Κλαύδιον καὶ ἐς τὸ βουλευτήριον κατέλεξαν, ἀποδεικνύμενον ἔργα λαμπρὰ κατὰ τῶν Σαβίνων: καὶ φυλὴν ἐπώνυμον αὐτοῦ κατέστησαν.

Vales. Excerpt. ex collectan. Const. Porph. p. 546.

Λατῖνοι ἔνσπονδοι ̔Ρωμαίοις ὄντες ἐστράτευον ἐπ' αὐτούς . . . οἱ δὲ Λατῖνοι ἐγκλήματα εἰς ̔Ρωμαίους ἐποιοῦντο τήν τε πάρεσιν αὐτῶν τὴν ἐπὶ σφᾶς ὄντας ἐνσπόνδους καὶ συγγενεῖς.

Suid. vv. ἔνσπονδος et πάρεσις.