[p. 106] καρδίη,
ἡ δὲ τούτων μεσότης τὸν στόμαχον συνάπτει · ἄμφω δὲ προσπεφύκασιτῇ
ῥάΧι· διὰ τόδε πρὸς τὴν καρδίην γειτόνημα, καὶ καρδιαλγίη
, καὶ τὰ μελαγχολώδεα.
Αἰτίαι δὲ τῆς νούσου, καὶ ἄλλαι μὲν
μυρίαι, καιρίη δὲ, πῦον
συχνὸν ἀπὸ κοιλίης διὰ στομάχου χυθέν. ξύνηθες δὲ καὶ τοῖς
ὑπό τε ἀνάγκαις ἐκδεδιῃ τημ ένοις λεπτῇ καὶ σκληροτέρῃ διαίτῃ,
ἀτὰρ καὶ τοῖσι ἐς παιδείην πονεῦσι, καὶ ἐς
τήνδε τλήμοσι, οἷσι θείης μὲν μαθήσιος ποθὴ,
ὀλιγοσιτίη δὲ καὶ ἀγρυπνίη, καὶ
μελεδώνη λόγων τε καὶ πρηγμάτων σοφῶν· οἷσι ὑπεροψίη μὲν διαίτης ἁδρῆς καὶ ποικίλης,
λιμὸς δὲ ἡ τροφὴ, καὶ ὕδωρ
ποτὸν, καὶ ἐν ὕπνῳ ἀϋπνίη.
οἷσι μαλθακὴ μὲν εὐνὴ ἄστρωτος χαμαὶ,
ἀμφίβλημα δὲ εὐτελὲς, ἀμπεχόνη ἀραιὴ,
τὸ δὲ τοῦδε κράνος ὁ κοινὸς ἀὴρ, πλοῦτος δὲ
ἐννοίης θείης περιουσίη τε καὶ χρῆσις. τάδε γὰρ αὐτέοισι
ἀγαθὰ γίγνεται ἔρωτι παιδείης · καὶ εἰ προσαίρονται,
εὐτελὲς μὲν σιτίον, οὐδὲ ἐς κόρον ἐδωδῆς,
ἀλλ' ἐς ζωὴν μοῦνον· οὐκ ἐπ' οἴνῳ θώρηξις,
οὐ θυμηδίη · οὐ ῥέΜβος καὶ περίοδοι, οὐ
σωμάτων ἄσκησις, οὐδὲ σαρκῶν περιβολή.
τίνος γὰρ οὐκ ἂν ἀπάγοι παιδείης ἔρως;
πατρίδος, τοκήων,
κασιγνήτων , ἑωυτῶν μέσφι θανάτου.
τοῖσδε οὖν τηκεδὼν μὲν τοῦ σκήνεος,
ἄχροοι τὴν μορφὴν, καὶ ἐν νεότητι γηραλέοι,
καὶ ὑπ' ἐννοίης κωφοὶ,
ψυχὴν δὲ ἀμειδέες, ἀμείλιχοι · στομάχου δὲ
κακοσιτίη· ταχὺς ὁ κόρος τῆς ξυνήθεος εὐτελέος καὶ ἑτοίμου τροφῆς,
ἀηθείῃ δὲ ποικίλης ἐδωδῆς ὄκνος δὲ πάντων γευμάτων.
ἢν δὲ καὶ λάβωσίτι τῶν ξένων,
βλάβη, ἀπόστροφοι εὐθὺς ἐς πάντα.
ἥδε ἐστὶ στομάχου χρονιη νοῦσος· φλεγμοναὶ δὲ καὶ ῥΕύματα,
καὶ καρδιωγμὸς , ἢ
πόνος, στομαχικὸν οὐ κικλήσκεται πάθος.
Θέρος ἄγει τήνδε νοῦσον· ἔνθα καὶ πέψιος καὶ ὀρέξιος καὶ πάντων
ἀδυναμίη. ἡλικίη δὲ γῆρας,
οἷσι καὶ δίχα πάθεος διὰ τὸ τοῦ βίου τέλος, καὶ
ἡ ὄρεξις ἐς τέρμα ἥκει.