[p. 100]
παιδίοισι μᾶλλον. διτταὶ δὲ αἱ αἰτίαι τῆς
πήξιος. γέρουσι μὲν τὸ σῶμα ψυχρὸν,
παχὺ τὸ αἷμα· ψυχρὸν δὲ τὰ πάχεα θᾶσσον πήγνυσι.
τέκμαρ δὲ, τῶν ὑδάτων τῶν θερμῶν φύσι αἱ
πηγαί· ἀποψυχθέντα γὰρ, εἰς πωρωειδέα λίθον πήγνυται.
παιδίοισι δὲ πολλὸν ὑπὸ τοῦ αἵματος τὸ ἰλυῶδες
ἑψηθὲν, γενέσιος, ὅκως
πῦρ, τὴν ἕδρην ἴσχει.
Λίθων μὲν οὖν ἀμφὶ
γενέσιος τοιάδε πάθη. μετεξέτεροι ἐν περιόδοισι οὐρέουσι αἷμα·
τοῖσι ἀπὸ αἱμορροί̈δων ἰκέλη ἥδε ἡ ξυμφορή · ὁμοίη δὲ καὶ ἡ τοῦ σκήνεος κατάστασις
, ἔξωχροι, νωθροὶ,
ἄπρηκτοι, ἀπόσιτοι,
ἄπεπτοι · κἢν μὲν ἐκκριθῇ,
ἔκλυτοι, πάρετοι τὰ μέλεα· κεφαλὴν δὲ κοῦφοι
καὶ ἐλαφρότεροι· ἢν δὲ ἐς τὴν περίοδον μηδὲν ἐκρυῇ,
κεφαλαλγέες, ἀμαυροὶ τὰς ὄψιας,
σκοτώδεες, ἀμφιδινεύμενοι· ἐντεῦθεν
ἐπίληπτοι μυρίοι· ἄλλοι οἰδαλέοι, ἀπαχλυούμενοι,
ὑδρωπιώδεες· ἄλλοι δὲ μελαγχολώδεες ἢ παράλυτοι.
ἐπισχέσιος γὰρ αἱμορροίης ξυνήθεος ἀπότοκατάδε.
ἢν μὲν οὖν ἐκρέῃ τὸ αἷμα καθαρὸν,
ἀμιγὲς οὔροισι, τὰ πολλὰ ἐκρέει ἀπὸ κύστιος
τῶν οὔρων τὸ αἷμα. φέρεταί κοτε καὶ ἀπὸ ῥήΞιος τῶν νεφρῶν
πολὺ ἀθρόον· ἀτὰρ ἠδὲ πάγον ἴσχει, καὶ γίγνονται θρόμβοι ὡς
ἔξω χυθέν· ἐπάγη κοτὲ καὶ ἐν κύστι, εὖτε ἰσχουρίη γίγνεται
δεινή.
Ἐπὶ δὲ τῇ ῥΑγῇ ἕλκεα συμβαίνει χρόνια καὶ
δυσαλθέα. τέκμαρ δὲ ἐφελκὶς,
ἢ ὑμένιον, εὖτε ἀράχνιον,
ἐρυθρὸν ἐκκριθὲν, ἢ πῦον λευκὸν
οὐρηθὲν, ἄλλοτε μὲν καθαρὸν,
ἀμιγὲς, ἄλλοτε δὲ οὔροισι ξυμμεμιγμένον·
τοῖσδε χρὴ καὶ ἀποστάσιας διαγιγνώσκειν, ἢν προσγένωνται
πυρετοὶ ἐς ἑσπέρην καὶ ῥίΓεα· πόνοι ἀμφὶ τὴν ὀσφὺν, κνησμοί
· ἢν δὲ καὶ ἐκραγῇ,