[p. 86]
τίκτεται χρόνῳ μακρῷ, καὶ οὐδὲ ἐπὶμιῇ τοῦ
σώματος κακίῃ, καὶ οὐδὲ ἐπὶ σπλάγχνῳ ἑνί· ἀλλὰ γὰρ τῶν
ἁπάντων τροπῇ ἐς πονηρόν. τοιγαροῦν τὰ ἀπότοκα τοῦδε
νοσήματα ἄφυκτα γίγνεται, ὕδρωπες ,
ἢ φθίσιες, ἢ ξυντήξιες.
καὶ γάρ τοι καὶ τῆς καχεξίης προφάσιες ἀδελφαὶ τῆς ξυντήξιος ἔασι· ἡ δὲ νοῦσος
μακρὴ δυσεντερίη ξυνεχής · νούσων ὑποστροφσαὶ ἐνίοισι.
εὐσιτίη μὲν γὰρ,--καί τοι καὶ προσφέρονται
πολλά,-- ὠμῶν δὲ καὶ ἀτρέπτων ἡ ἀνάδοσις.
ἐργασίη γὰρ τροφῆς ἡ ἐς πέψιν,
ἄπορος. Αἰτίη δὲ καὶ αἱμορροί̈δων
ῥόΟυ ἐπίσχεσις, ἢ ἐμέτων ξυνήθων ἀπαλλαγή · γυμνασίων
ἀργίη, αὐασμὸς ἱδρώτων,
καὶ μεγάλων πόνων ῥΑθυμίη · εὖτε τῶν παρεόντων ἕκαστον,
ὡς τὸ μηδὲν, οὐκ ἐπιστρέφει,
I do not think myself warranted in adopting the text in this
place as it is remodelled by Ermerins. Even as altered by him, it appears to me to be in a
most unsatisfactory state.
| βάρος τοῦ σκήνεος,
ὦχρος ἄλλοτε καὶ ἄλλοτε, γαστὴρ
φυσώδης, ὀφθαλμοὶ κοῖλοι,
ὕπνοι βαρέες, νωθροί.
ἀλλὰ τάδε, ῥΕμβώδεα μὲν γιγνόμενα,
νούσου ἀπιστίην ἴσχει· ἢν δὲ ῥΙζώσαν τα μίμνῃ,
μηδὲ ἀπιέναι ἐθέλῃ,
μεγάλου κακοῦ ἐστι σύμβολα. ἑσταότες μὲν
οἰδαλέοι πόδας τε καὶ κνήμας, κατακλινόμενοι δὲ τὰ
κεκλιμένα μορία· κἢν ἐναλλάξῃ τὴν κατάκλισιν , τὸ οἶδος ἐπ'
ἐκεῖνα φοιτῇ· ὑγροῦ τε καὶ ψυχροῦ ἐς τὸ βάρος περίοδος. ἢν
γὰρ ἡ θέρμη τὸ ὑγρὸν ἐξατμίζῃ, τοῦδε οὐκ ἀναχεομένου
, εἶτα καταρρέει.
εὔσιτοι μὲν πολλῶν σιτίων, ἀδηφάγοι κάρτα.
ἀνάδοσις ταχυτέρη πέψιος, ὠμοτέρων
μᾶλλον ἢ ἀπέπτων. ἐξανέργαστον δὲ ἡ θρέψις.
ἀλλὰ τόδε οὐκ ἐν τῷ ὅλῳ πέσσεται ὑπὸ τῆς φύσιος.
ἡ γὰρ ἐν τῇ κοιλίῃ τοῦ θερμοῦ ἀτονίη, καὶ ἐν τῷ
σκήνεϊ, ὁμοίη. τοιγαροῦν οὐδὲ
χρηστὸν, οὐδὲ εὔχρουν αἷμα γίγνεται.
Καὶ ἐπὴν ὠμῶν ὅλον τὸ σῶμα πλησθῇ,
καὶ ἡ ἐς τὰ σιτία ὄρεξις οἴχηται, καὶ
τῆς καχεξίης ὧδε μέσφι στομάχου
|