[p. 76]
ἄγχιστα ἅπαντες ἄπνοοι, σφυγμοὶ σμικροὶ,
πυκνοὶ, ἀμυδροί.
ἀλλὰ τάδε μὲν ξυνὰ πρὸς τὸ ἆσθμα· ἰδίᾳ δὲ ἀναβήσσουσι ὡς
ἀνάξοντες. ματαιοπονέουσι δέ· οὐδὲν γὰρ ἀνάγουσι.
εἰ δέ τι τοῦ πλεύμονος ἀπορραγείη βίῃ,
σμικρὸν, λευκὸν,
στρογγύλον , χαλαζῶδες · θώρηξ
εὐρύτερος μὲν, ἀδιάστροφος,
ἠδὲ ἀνέλκωτος· ἢν δὲ ἀνεκπύητος ὁ πνεύμων ᾖ,
ὑγρῶν δὲ ὁκοῖόν τι πεπηγότων ἔμπλεως,
διαλήψιες τῶν παροξυσμῶν τοῦδε μέζονες. οἱ μὲν οὖν
ἀπεπνίγησαν θᾶσσον, πρίν τι κάκιον ἐς τὸ πᾶν ἀποσκῆψαι·
μετεξετέροισι δὲ ἐς ὕδερον περὶ λαγόνα ἢ ἀνὰ σάρκα τὸ πάθος τελευτᾷ.
Ἥπαρ
σπληνὶ ἐς γένεσιν μὲν ἰσόρροπον· δεξιὰ γὰρ ἠδὲ ἐπ' ἀριστερὰ τὰ σπλάγχνα ἰσάριθμα τῇ φύσι·
ἄνισοι δὲ ἐς δύναμιν καὶ ἐν ὑγείῃ καὶ ἐν νούσοισι. ἐν ὑγείῃ
μὲν, ὅτιπερ τὸ κράτος τῆς τροφῆς τὸ ἧπαρ ἴσχει· ῥίΖωσις γὰρ
φλεβῶν ἧπαρ·
ἀτὰρ ἐν νούσοισι καὶ ἐς ὑγείην πολλόν τι ἰσχυροτέρην ἔχει καὶ τοῦ θανάτου τὴν
αἰτίην.ι ηαfε νοτ fεντυρεδ το εhεξτ ἐς
ὑγείην φρομ τηις ξλαυσε, ας συγγεστεδ βψ ωιγαν ανδ πραξτισεδ βψ
ερμερινς. |
ὁκόσον οὖν ἧπαρ ἐς ὑγείην κρέσσον,
τοσόνδε κάκιον ἐν νούσοισι. καὶ γὰρ
ἐπιφλεγμαίνει θᾶσσόν τε καὶ βιαιότερον , καὶ ἀφίσταται
ξυνεχέστερόν τε καὶ ὀλεθριώτερον. ἐπὶ σκίρρῳ δὲ ὠκύτερον
σπληνὸς καὶ περιαλγέστερον κτείνει. τὰ μὲν οὖν τῆς φλεγμασίης
ἐν τοῖσι ὀξέσι ἔλεξα. Ἢν δὲ ἐς πῦον τρέπηται,
ὀδύνη ὁξεῖα ἴσχει μέσφι κλειδὸς,