[p. 71]
ὁκοίη πρόσθεν, οὐκ εὐσαρκίη,
χροιὴ ζοφώδης · ἀναπνοὴ πᾶσι μὲν κακὴ,
κακίων δὲ οἷσι ἐς τὴν ἄνω κοιλίην.
ἀτὰρ καὶ βὴξ τὰ πρῶτα, μέσφι ἂν ἡ φλεγμασίη
πιέζει, εὖτε καὶ πόνοι μέζονες καὶ ῥίΓεα,
καὶ θέρμη, καὶ ἀγρυπνίη,
καὶ δύσπνοια ἔτι μᾶλλον· σφυγμοὶ σμικροὶ,
νωθροὶ, ἀδρανέες,
τὴν γνώμην παράληροι, διάτασις τοῦ
θώρηκος.
Ἢν δὲ ἤδη εἰς γέννησιν ἥκῃ
πύου, πάντα μέγιστα · ἀναγωγὴ δὲ σμικρὴ ἐπὶ βηχὶ
μέζονι, καὶ ἐξ ἀποστάσιος βιαίης.
τὰ πρῶτα φλεγματωδέ ων χολοβάφων ἐπὶ τὸ μελάντερον ,
ὅκως ἐξ αἰθάλης · ἔτι δὲ διαίμων καὶ παχέων· ἢν δὲ καὶ ῥΑγήσεσθαι
μέλλῃ, καὶ σαρκοειδέων βαθέων· καὶ ἢν ῥΑγῇ,
κίνδυνος μὲν πνίξιος, ἢν πολλὸν καὶ
ἀθρόον ἐκχυθῇ πῦον· ἢν δ' οὖν ἐκρέῃ σχέδην, ἀτρεκέει· πῦον
ἢν κάτω περῆσαι θέλῃ, τὰ μὲν ἄνω μέρεα ἔνθα ἡ ἀπόστασις,
ὀξὺς πόνος, κοιλίη
ὑγρὴ, τὰ πρῶτα ὑδατώδεα ξὺν φλεγματώδεσι· ἔπειτα περίρροια
αἱματωδέων , καὶ αὖθις σαρκοει δέων,
ἢν ἤδη ῥΑγῇ. ἕπεται δὲ τουτέοισι
πῦον, ἢ διὰ κοιλίης, ἢ
οὔρων· ἀγαθαὶ δὲ πάντων μᾶλλον, αἱ ἐς νεφροὺς καὶ κύστιας
μεταλήψιες .
Φέρεται δὲ,
ἤν τε ἄνω, ἤν τε κάτω,
χρόος πύου ποικίλον, ὠχρὸν,
ἢ λευκὸν, ἢ τεφρίζον,
ἢ πελιδνὸν, ἢ μέλαν,
καὶ κακῶδες · ἢ ἄνοσμον καὶ παχύτατον· ἢ μέσως ἴσχον,
ἢ λεῖον, ὁμαλὸν,
ἢ τρηχὺ, ἀνώμαλον,
καὶ σαρκοει δέα τὰ ἐμπλόωντα,
στρογγύλα, ἢ πλατέα,
ῥΗϊδίως ἀποπλυνόμενα, ἢ ἰξώδεα· ἀθρόον δὲ περὶ πύου
εἰρῆσθαι, ὁκόσα μὲν λευκὰ,
πέπονα, ἄνοσμα,
λεῖα, στρογγύλα,
καὶ ἀναβήσσεται θᾶσσον, ἢ ὑποφέρεται,
περιεστηκότα· ὁκόσα δὲ ἔξωχρα,
χολώδεα, ἀνώμαλα,
μοχθηρά. πολλὸν δὲ τουτέων κακίω,
τὰ πελιδνὰ καὶ μέλανα. σηπεδόνα γὰρ
καὶ ἀνεσθιόμενα σημαίνουσι τὰ ἕλκεα.
Προσξυν
ιέναι δὲ τουτέοισι καὶ τὴν ἕξιν, καὶ τὰ ξυνομαρτέοντατῇ
νούσῳ. ἢν γὰρ ἐπὶ τῇ ἐκκρίσι εὐφόρως φέρῃ,
ἄπυρος γίγνηται, εὖτε
πέσσῃ, εὔχρους,
εὔσιτος · ἢν ἀναβήσσῃ