[p. 70]
πλευρῷ, ἢ στέρνῳ,
ἢ κάτωπη πρὸς τῇ ξυμφύσι τοῦ πνεύμονος κατὰ ῥάΧιν,
ἤ πη τοῦ θώρηκος ἄλλῃ,-- ξυμπάντων
δὲ ἐς ἀναγωγὴν ὁδὸς τῷ πύῳ πνεύμων. ὑπὸ δὲ τὸ διάφραγμα ἐν
τοῖσι σπλάγχνοισι, ἥπατι,
σπληνὶ, νεφροῖσι,
κύστις · ἐπὶ γυναικῶν δὲ καὶ ὑστέρη· ἔταμον δὲ καὶ ἐγὼ ἐν κώλῳ τινί κοτε ἀπόστασιν
τὰ ἐπὶ δεξιὰ πρὸς ἥπατι· καὶ πολλόν τι ἐσσύθη ἔξω πῦον· πολλὸν δὲ καὶ διὰ νεφρῶν καὶ κύστιος
ἐς ἡμέρας πλεῦνας ἐρρύη, καὶ περιεγένετο ὥνθρωπος.
Αἰτίαι δὲ ξυναὶ μὲν ἁπάντων πληγὴ,
ἀπεψίη, ψύξις,
ἠδὲ ὁκοῖα τοιάδε. τοῖσι δὲ ἐν
θώρηκι, βὴξ χρονίη, καὶ
πλευρῖτις, καὶ περιπνευμονίη,
καὶ ῥΕῦμα χρόνιον · ἀτὰρ ἠδὲ ὀξείας νούσου ἐς ἕν τι τουτέων ἀπόσκηψις.
Τὸ δὲ ὑγρὸν ἄλλοτε μὲν ἀεργὸν,
ἀδρανὲς, ἐγκέεταί τῳ ἄλλῳ· ἄλλοτε
μὲν δριμὺ δαπτῶς, καὶ σηπεδόνας ἐμποιέον μέσφι θανάτου.
καὶ γὰρ καὶ ἰδέαι μυρίαι,
ὁκόσας αὖθις φράσω. θώϋμα δὲ ὅκως ἐξ ὑμένος
λεπτοῦτε καὶ ἰσχνοῦ, βάθος οὐκ ἴσχοντος,
τοῦ ὑπεζωκότος, τοσόνδε ῥέΕι πῦον·
πολλὸν γὰρ πολλοῖσι ξυνελέγη. αἰτίη δὲ φλεγμασίη ἀπὸ
περιουσίης αἵματος, ἐφ' ᾗ παχύνεται ὁ ὑμὴν,
ἀτὰρ ἠδὲ ἐκ πολλοῦ αἵματος πολλὸν γίγνεται ἐν μέσῳ πῦον· κἢν μὲν εἴσω
ῥέΠῃ, αἱ πλευραὶ τὰ ὀστέα κατὰ χώραν τὴν σφῶν
αὐτέων,... ...... φθίσιν ἔλεξα πρόσθεν ἑτέραν ἔμμεναι συμβεβῶ
σαν κατὰ φύσιν· ἢν δὲ ἔξω ῥέΠῃ, διί̈σταται τὰ
ὀστέα. ἐς γὰρ ἕν τι τῶν μέσων πλευρῶν τῆς ἀποστάσιος ἡ
κορυφὴ ἐγείρεται, εὖτε ἔνθα καὶ ἔνθα πλευρὰ παρωθέεται.
Σημήϊα δὲ τὰ μὲν ἁπάντων ξυνὰ,
τὰ δὲ ἑκάστου ἴδια· βάρος ἢ πόνος γε ξυνόν· πνεύμων γὰρ ἄπονος· πυρετοὶ
ἀμυδροὶ, ῥίΓεα πρὸς ἑσπέρην,
ἱδρῶτες ἐπ' ἀνέσι, ἀγρυπνίη,
οἰδήματα ἐν ἄκροισι ποσὶ καὶ χειρῶν δακτύλοισι ,
ἄλλοτε καὶ ἄλλοτε καθιστάμενα, καὶ ἐπαιρόμενα ·
δυσφορίη, ἀποσιτίη,
ἰσχνότη ς ὅλου· ἢν δὲ καὶ μῆκος ἴσχῃ ἡ μεταβολὴ,
ἕξις φθινώδης. οὐ γὰρ ἔτι φύσις ἔργου
ἔχεται. οὐ γὰρ πέψις